# In Genesim (homiliae 1-67) 5.1-38

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΔʹ Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-38

Καὶ εἰ βούλεσθε, καὶ αὐτῶν ἐπακούσωμεν τῶν ῥημάτων. Ηὔξατο γὰρ, φησὶν, εὐχὴν, λέγων· Ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ' ἐμοῦ, καὶ φυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι. Ἐπειδὴ εἶπεν, ὅτι Ἐγώ εἰμι μετὰ σοῦ, καὶ διαφυλάξω σε ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύῃ· διὰ τοῦτο καὶ αὐτός φησιν· Εἰ ἐκεῖνά μοι ὑπάρξει, ἅπερ μοι ὑπέσχου. Εἶτα καὶ αἴτησιν οἴκοθεν προσφέρει, λέγων, Ἐὰν δῷ μοι Κύριος ἄρτον καὶ ἱμάτιον περιβαλέσθαι. Οὐ πλοῦτον, οὐ περιουσίαν τινὰ ᾔτησεν, ἀλλ' ἄρτον καὶ ἱμάτιον, τὸ μὲν εἰς τὴν τοῦ σώματος περιβολὴν, τὸ δὲ εἰς τροφὴν τῆς χρείας. Σκόπει πῶς ἀποστολικὸν χαρακτῆρα διὰ τῆς αἰτήσεως ἡμῖν ᾐνίξατο· οὕτω πολλῆς ἔγεμε τῆς φιλοσοφίας τοῦ δικαίου τὸ φρόνημα. Ὅπερ γὰρ ὁ Χριστὸς ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἀργύριον, μηδὲ δύο χιτῶνας, τοῦτο οὗτος οὐδέπω παρ' οὐδενὸς διδαχθεὶς, ἀλλ' οἴκοθεν καὶ ἐκ τοῦ ἐγκειμένου τῇ φύσει τῇ ἡμετέρᾳ διδασκάλου ταῦτα μαθὼν, ἐπεζήτει παρὰ τοῦ Δεσπότου αὐτῷ παρασχεθῆναι, ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Ἐὰν ταῦτά μοι, φησὶν, ὑπάρξῃ ἐπὶ τῆς ἀλλοτρίας, Καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καθάπερ ὑπέσχετο· Καὶ ἔσται Κύριος ἐμοὶ εἰς Θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι. Ὅρα τοῦ δικαίου τὴν εὐγνωμοσύνην. Τὴν αἴτησιν μὲν αἰτούμενος, οὐδὲν πολυτελὲς αἰτῆσαι κατεδέξατο, ἀλλ' ἄρτον καὶ ἱμάτιον· ὑπισχνούμενος δὲ τὰ παρ' ἑαυτοῦ τῷ Δεσπότῃ, εἰδὼς αὐτοῦ τὸ φιλότιμον ἐν ταῖς δωρεαῖς, καὶ ὅτι ὑπερβαίνει ταῖς ἀντιδόσεσι τὰς ἐννοίας τὰς ἡμετέρας, φησί· Καὶ τὴν στήλην ταύτην εἰς οἶκον Θεοῦ ἕξω, καὶ πάντων τῶν παρὰ σοῦ μοι χορηγουμένων τὰς δεκάτας ἀποδεκατώσω. Εἶδες γνώμην φιλόθεον; Οὔπω οὐδὲν ἔλαβε, καὶ ὑπισχνεῖται τῶν μελλόντων αὐτῷ δίδοσθαι τὰς δεκάτας τῷ Θεῷ προσοίσειν. Μὴ ἁπλῶς, ἀγαπητοὶ, παρατρέχωμεν τὰ εἰρημένα, ἀλλὰ ζηλώσωμεν ἅπαντες τοῦτον τὸν δίκαιον, οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μηδὲν βιωτικὸν αἰτῶμεν παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ περιμένει τὴν παρ' ἡμῶν ὑπόμνησιν, ἀλλὰ κἂν μὴ αἰτῶμεν, ἡμῖν τὰ πρὸς τὴν χρείαν δωρεῖται. Ἀνατέλλει γὰρ τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πειθώμεθα αὐτῷ παραινοῦντι καὶ λέγοντι· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς ὅτι αὐτὸς ἐκεῖνα ἡμῖν ἡτοίμασε παρασχεῖν, καὶ ταῦτα ἐν προσθήκης μέρει δοῦναι ἐπαγγέλλεται; Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει λαμβάνειν μέλλεις, ταῦτα ὡς προηγούμενα αἴτει, μηδὲ ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλὰ ζητῶμεν ἐκεῖνα, καθὼς ἐπέταξεν, ἵνα κἀκείνων καὶ τούτων ἐν ἀπολαύσει γενώμεθα. Διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς τῆς εὐχῆς ῥήμασιν ὅρους ἡμῖν καὶ κανόνας τιθεὶς, μέχρι τίνος δεῖ τὴν περὶ τῶν βιωτικῶν αἴτησιν ποιεῖσθαι, τὰ ῥήματα ἐκεῖνα λέγειν ἡμᾶς ἐκέλευσε, τὰ πάσης φιλοσοφίας γέμοντα, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, ἀντὶ τοῦ, τὴν τῆς ἡμέρας τροφήν· ὅπερ ὁ δίκαιος οὗτος, οὐδὲν τούτων ἀκηκοὼς, ηὔχετο λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Μὴ τοίνυν ἕτερόν τι τῶν βιωτικῶν αἰτῶμεν παρ' αὐτοῦ. Ἀνάξιον γὰρ σφόδρα παρὰ τοῦ οὕτω φιλοτίμου καὶ τοσαύτην δυνάμεως περιουσίαν κεκτημένου ταῦτα αἰτεῖν, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ πολλὴν ἔχει τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα, κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν δόξαν ἀνθρωπίνην· ἀλλ' αἰτῶμεν τὰ ἀεὶ μένοντα, τὰ διαρκῆ, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα. Καὶ εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ἀγαθότητα, μηδένα ποιώμεθα λόγον τῶν παρόντων, ἀλλὰ πᾶσαν ἡμῶν τὴν σπουδὴν εἰς τὸν τῶν ἐπουρανίων πόθον μεταστήσωμεν. Εἰ γὰρ Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, πολλῷ μᾶλλον τοὺς ἀπεχομένους τῆς πονηρίας καὶ τὴν ἀδικίαν φεύγοντας οὐ περιόψεται, ἀλλὰ πολλῆς ἀξιώσει τῆς προνοίας, καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἐν ἅπασι παρέξει. Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ ἀπιστῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, μηδὲ ἐναντία ὧν ἐκέλευσε διαπραττώμεθα. Τὰ γὰρ νῦν παρ' ἡμῶν γινόμενα οὐδὲν ἀπιστούντων διενήνοχεν. Ὅταν γὰρ αὐτὸς μὲν ἐπαγγέλληται τὰ μέλλοντα, ἡμεῖς δὲ μὴ βουλώμεθα θαῤῥεῖν ἐκείνοις, ἀλλὰ τοῖς παροῦσιν ὦμεν προσηλωμένοι, ποῖον ἕτερον δεῖγμα ἀπιστίας λοιπόν τις ἐπιζητήσειε, τῶν πραγμάτων αὐτῶν λαμπρὰν ἀφιέντων φωνήν; Καὶ πάλιν, αὐτοῦ κελεύοντος μηδὲν ζητεῖν παρ' αὐτοῦ τῶν ἐπικήρων τούτων καὶ βιωτικῶν, ἀλλ' ἐκείνων μᾶλλον, ἡμεῖς ἀπ' ἐναντίας αὐτῷ ἐρχόμενοι, ἅπερ εἶπε μὴ ζητεῖν, ἐκεῖνα ζητοῦμεν, καὶ ἅπερ εἶπε ζητεῖν, ἐκεῖνα οὐ ζητοῦμεν. Καὶ ταῦτα διαπραττόμενοι, καὶ οὕτω ῥᾳθύμως τὰ καθ' ἑαυτοὺς διοικοῦντες, καὶ παροργίζοντες τὸν ἥμερον καὶ προσηνῆ Δεσπότην, ὥσπερ ἐπιλαθόμενοι τῶν παρ' ἡμῶν γινομένων, τὴν αἰτίαν ζητοῦμεν τῆς καθ' ἡμῶν ἀγανακτήσεως, καὶ τίνος ἕνεκεν ἡμᾶς πολλάκις περιορᾷ ποικίλοις πειρασμοῖς περιπίπτοντας, καὶ οὐκ ἐννοοῦμεν τὸ μέγεθος τῶν ἡμῖν ἡμαρτημένων, ἀλλ' ἑκόντες ἑαυτοὺς παραλογιζόμεθα. Διὸ, παρακαλῶ, ταῦτα πάντα ἀποσεισάμενοι, μηδὲν ἕτερον τῆς οἰκείας σωτηρίας προτιμῶμεν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν μὲν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καὶ τὰ περιττὰ τῶν χρημάτων ἤδη κενώσωμεν εἰς τοὺς δεομένους, καὶ πολλὴν ἐν ἅπασι τὴν φιλοσοφίαν ἐπιδειξώμεθα τῆς ματαίας δόξης καταφρονοῦντες, τὸν ἀνθρώπινον τῦφον καταπατοῦντες, καὶ πολλὴν τὴν ἀγάπην πρὸς ἀλλήλους ἐπιδεικνύμενοι· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
