# In Genesim (homiliae 1-67) 5.1-40

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Νϛʹ Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-40

Εἶδες καὶ ταύτην τοὺς παρὰ τῆς παιδίσκης τεχθέντας πῶς ᾠκειώσατο, καὶ μακαρίαν ἑαυτὴν εἶναι λέγει καὶ μακαρισμοῦ ἀξίαν ἐπὶ τῷ τόκῳ τῶν παίδων; Ἀλλ' ὅρα μοι πάλιν τὰ μετὰ ταῦτα, ἵνα μάθῃς ὅπως τὸ τῆς ζηλοτυπίας πάθος ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετέβαινε, καὶ ποτὲ μὲν ἐκείνη τούτῳ ἐπολιορκεῖτο, ποτὲ δὲ αὕτη Ἐπορεύθη δὲ, φησὶ, Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ τῇ μητρὶ αὐτοῦ. Καὶ εἶπε Ῥαχὴλ τῇ Λείᾳ· Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Ὁρᾷς πῶς τὸ πάθος τῆς ψυχῆς διὰ τῶν ῥημάτων κατάδηλον ποιεῖ; Οὐχ ἱκανόν σοι, φησὶν, ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥαχήλ· Οὐχ οὕτω· κοιμηθήτω δὴ μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Δός μοι τῶν μανδραγορῶν, καὶ λάβε σήμερον μετὰ σοῦ τὸν ἄνδρα. Ὁρᾷς πῶς δείκνυται ὅλως τῇ εὐνοίᾳ τῆς Ῥαχὴλ προσκείμενος; Εἰ γὰρ καὶ τοσούτων παίδων χορὸν τικτούσης τῆς Λείας, ἔτι πρὸς τὴν Ῥαχὴλ ἦν προσκείμενος τῇ εὐνοίᾳ, εἰ μὴ τοῦτο ἐγεγόνει, πῶς ἂν ἐνεγκεῖν ἡ Λεία ἠδυνήθη τὴν μετὰ τῆς ἀδελφῆς συνοίκησιν; Ὡς γὰρ ἐξουσίαν ἅπασαν ἔχουσα τοῦ ἀνδρὸς, οὕτω προΐεται τῶν μανδραγορῶν τὸν ἄνδρα, καί φησι· Κοιμηθήτω σήμερον μετὰ σοῦ ἀντὶ τῶν μανδραγορῶν. Πλήρωσόν μου, φησὶ, τὴν ἐπιθυμίαν τὴν ἐπὶ τοῖς μανδραγόραις, καὶ δέχου τὸν ἄνδρα. Παραγενομένου δὲ τοῦ Ἰακὼβ, ἐξελθοῦσα εἰς συνάντησιν ἡ Λεία εἶπε· Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε σήμερον ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Καὶ ἐκοιμήθη, φησὶ, μετὰ αὐτῆς τὴν νύκτα ἐκείνην. Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τὸν πέμπτον υἱόν. Καὶ εἶπε Λεία· Ἔδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ' οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαχὰρ, ὅ ἐστι μισθός. Ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῆς Λείας. Ἐπειδὴ ἑώρα κατώδυνον αὐτὴν οὖσαν καὶ παρευδοκιμουμένην, ἐπήκουσεν αὐτῆς ὁ Θεὸς, καὶ ἔτεκε καὶ εἶπεν· Ἐκομισάμην μισθὸν ὑπὲρ ὧν ἔδωκα τὴν παιδίσκην μου. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰσαχάρ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν ἕκτον. Καὶ εἶπε Λεία· Δεδώρηταί μοι ὁ Θεὸς δῶρον καλόν. Ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Λοιπὸν, φησὶν, ἐπέραστος ἔσομαι κἀγὼ ἀνδρί μου· ἔτεκον γὰρ ἓξ υἱούς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Ἔτεκε δὲ καὶ θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα. Ἐμνήσθη δὲ ὁ Θεὸς, φησὶ, τῆς Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς, καὶ ἤνοιξεν αὐτῆς τὴν μήτραν. Καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥαχήλ· Ἀφεῖλέ μου ὁ Θεὸς τὸ ὄνειδος. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ἀφεῖλέ μου, φησὶν, ὁ Θεὸς τὸ ὄνειδος· ἔλυσε τὴν στείρωσιν, κατηλλάγη, καὶ διήγειρέ μου πρὸς παιδοποιίαν τὴν μήτραν, καὶ ἠλευθέρωσέ με τοῦ ὀνειδισμοῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ ὑποσχέσεις κατὰ μικρὸν εἰς ἔργον ἐξῄεσαν; Ἰδοὺ γὰρ ἀθρόον πόσων παίδων χορὸν ὁ δίκαιος ἔσχε διὰ τὴν τοῦ Θεοῦ περὶ αὐτὸν πρόνοιαν. Ἐπειδὴ γὰρ πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο ἐν δεκατέσσαρσιν ἔτεσι τὴν δουλείαν ἀσπαζόμενος, διὰ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἀμειβόμενος τοῦ δικαίου τὸ φιλόθεον, εἰς τοσοῦτον αὐτὸν αὐξηθῆναι παρεσκεύασεν, ὡς ἐπίφθονον γενέσθαι λοιπὸν, ὡς ἐκ τῶν ἑξῆς μαθησόμεθα, οἷς ἐβουλόμην ἐπεξελθεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
