Ancient Greek
ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-41
Not analysed yet
Καὶ τοῦτο δὲ ἐγίνετο πρὸς μείζονα κατηγορίαν ἐκείνων, ὅτι οἱ λόγῳ τετιμημένοι τὰ ἄλογα θηρία ὑπερηκόντισαν τῇ ὠμότητι. Καὶ ἐμάνθανον διὰ τῶν πραγμάτων, ὅπως διὰ τὴν τοῦ Δεσπότου πρόνοιαν τὸν μὲν δίκαιον καὶ τὰ θηρία ᾐδέσθη, καὶ οὐκ ἐτόλμησαν ἐφάψασθαι τοῦ σώματος· αὐτοὶ δὲ τὰ τῶν θηρίων αὐτῷ χεῖρον διέθηκαν. Καὶ ἵνα μὴ νομίσωσι φαντασίαν τινὰ γεγενῆσθαι, διὰ τῶν μετὰ ταῦτα βληθέντων εἰς τὸν λάκκον ἐπεγίνωσκον, ὅτι ἐπὶ μὲν τοῦ δικαίου τῶν προβάτων ἐμιμοῦντο τὴν ἡμερότητα, καὶ τῆς φύσεως ἐπελανθάνοντο· ἐπὶ δὲ τῶν μετὰ ταῦτα βληθέντων τὰ τῆς θηριωδίας ἐπεδείκνυντο. Οὕτω καὶ ἐπὶ τῆς καμίνου τοῦ πυρὸς γέγονε. Τοὺς μὲν ἔνδον ὄντας καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας ᾐδεῖτο τὸ στοιχεῖον, καὶ οὐκ ἐνήργει τὰ τοῦ πυρός· ἀλλὰ καθάπερ πεδηθείσης τῆς ἐνεργείας, οὕτως ἀβλαβῆ τῶν παίδων τούτων διεφύλαττε τὰ σώματα, καὶ οὐδὲ αὐτῶν τῶν τριχῶν ἐφάψασθαι ἐτόλμησε, καθάπερ ὑπὸ προστάγματός τινος τὸ στοιχεῖον τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξασθαι κωλυόμενον· τοὺς δὲ ἔξω τῆς καμίνου διάγοντας κατηνάλωσε, δι' ἀμφοτέρων πολλὴν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν περιουσίαν ἐμφαῖνον, καὶ δι' ὧν τοὺς ἔσω τυγχάνοντας ἀβλαβεῖς διεφύλαττε, καὶ δι' ὧν τούτους διέφθειρεν. Οὕτως ὅταν τῆς ἄνωθεν ἀπολαύωμεν ῥοπῆς, οὐ μόνον τῶν πρὸς ἡμᾶς πολεμίως ἐχόντων διαφεύγομεν τὰς ἐπιβουλὰς, ἀλλὰ κἂν αὐτοῖς τοῖς θηρίοις περιπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Ἡ γὰρ τοῦ Θεοῦ χεὶρ ἡ πάντων δυνατωτέρα, αὕτη πολλὴν ἡμῖν πανταχόθεν περιτίθησι τὴν ἀσφάλειαν, καὶ ἀχειρώτους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Ὁ γὰρ μετὰ τοσαύτης ὁρμῆς καταλαβεῖν βουλόμενος τὸν Ἰακὼβ, καὶ δίκην ἀπαιτῆσαι τῆς πάντων ἀναχωρήσεως, οὐ μόνον οὐδὲν πρὸς αὐτὸν τραχὺ οὐδὲ ἐπαχθὲς φθέγγεται, ἀλλὰ καθάπερ πατὴρ διαλεγόμενος πρὸς παῖδα, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτὸν ποιεῖται τὰ ῥήματα, καί φησι· Τί ἐποίησας τοῦτο; τί κρυφῆ ἀπέδρας; Ὅρα πόση ἡ μεταβολή· ὅρα πῶς ὁ καθάπερ θηρίον μεμηνὼς, προβάτων μιμεῖται ἡμερότητα. Ἵνα τί κρυφῆ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; Τίνος ἕνεκεν, φησὶ, τοῦτο πεποίηκας; τί σοι ἔδοξε; διὰ τί οὕτω λανθανόντως ἐποιήσω τὴν ἀποδημίαν; Εἰ γὰρ ἀνήγγειλάς μοι, μετὰ πολλῆς τῆς πομπῆς καὶ τῆς εὐφροσύνης ἐξαπέστειλα ἄν σε. Καὶ γὰρ εἰ τοῦτο ἔγνων, φησὶ, Μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας προέπεμψα ἄν σε. Οὐκ ἠξιώθην φιλῆσαι τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας. Ὁρᾷς πῶς λοιπὸν ἑαυτὸν ἐλέγχει, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογεῖ, ὅτι αὐτὸς μὲν κακῶς παρεσκευάζετο διαθεῖναι τὸν δίκαιον, ἡ δὲ τοῦ Θεοῦ πρόνοια τῆς ὁρμῆς αὐτὸν ἐνέκοψεν. Ἰσχύει, φησὶν, ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς πρὸς Ἰακὼβ πονηρά. Ἐννόει μοι πόσης τῷ δικαίῳ παρακλήσεως γέγονε ταυτὶ τὰ ῥήματα, καὶ σκόπει πῶς οὗτος καὶ τὰ βουλευθέντα αὐτῷ ἐξέφηνε, καὶ ἐπὶ ποίοις τὴν κατάληψιν ποιήσασθαι ἐβούλετο, καὶ ὅτι ὁ τοῦ Θεοῦ φόβος αὐτὸν ἐπέσχεν εἰς ἔργον ἀγαγεῖν τὰ κακῶς αὐτῷ βουλευθέντα. Ὁ δὲ Θεὸς τοῦ πατρός σου, φησίν. Ὅρα πῶς καὶ αὐτὸς ὁ Λάβαν οὐ μικρὰν ἐντεῦθεν ὠφέλειαν ἐκαρποῦτο, μεγίστην τῆς τοῦ Θεοῦ δυνάμεως ἀπόδειξιν λαμβάνων ἐκ τῶν πρὸς αὐτὸν λεχθέντων. Ἀλλ' ἐπειδὴ καὶ σὺ, φησὶ, τοῦτο ἐβουλεύσω, καὶ ὁ Θεός ἐστιν ὁ τοσαύτην σου ποιούμενος κηδεμονίαν, Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ἔστω, φησί· τοῦτό σοι δεδογμένον ἦν, καὶ ἔκρινας ἐπανελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί τοὺς θεούς μου ἔκλεψας; Ὢ ἀνοίας ὑπερβολὴ καὶ τοιοῦτοί εἰσιν οἱ θεοί σου, ὡς καὶ κλαπῆναι; Οὐκ αἰσχύνῃ λέγων, Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ὅρα πόση ἦν ἡ ὑπερβολὴ τῆς πλάνης, ὡς τοὺς λόγῳ τετιμημένους ξύλα καὶ λίθους θεραπεύειν. Καὶ οἱ μὲν θεοὶ οἱ σοὶ, ὦ Λάβαν, οὐδὲ κλέπτεσθαι μέλλοντες ἑαυτοῖς ἀμῦναι ἴσχυσαν. Πῶς γὰρ οἱ ἀπὸ λίθου ὄντες συγκείμενοι; Ὁ δὲ τοῦ δικαίου Θεὸς, καὶ ἀγνοοῦντος τοῦ δικαίου, τὴν σὴν ὁρμὴν ἐπέσχε. Καὶ οὐκ ἐννοεῖς τὸ μέγεθος τῆς πλάνης, ἀλλὰ καὶ τῷ δικαίῳ κλοπὴν ἐγκαλεῖς; Τίνος γὰρ ἕνεκεν ὁ δίκαιος ἐκείνους ὑφελέσθαι ἂν κατεδέξατο, οὓς ἐβδελύττετο, μᾶλλον δὲ οὓς ᾔδει λίθους ὄντας ἀναισθήτους; Ἀλλὰ ταῦτα ἀκούσας ὁ Ἰακὼβ μετὰ πολλῆς ἐπιεικείας, πρῶτον μὲν ἀπολογεῖται πρὸς τὰ προλαβόντα ἐγκλήματα, καὶ τότε περὶ τῶν θεῶν προτρέπεται ποιήσασθαι τὴν ἔρευναν. Εἶπα γὰρ, φησὶ, μήποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπ' ἐμοῦ, καὶ πάντα τὰ ἐμά. Ἐπειδὴ, φησὶν, ἑώρων σε οὐχ ὑγιῶς πρός με διακείμενον, ἐναγώνιος γέγονα, μήποτε ἐπιχειρήσῃς ἀφελέσθαι τὰς θυγατέρας σου καὶ τὰ ὑπάρχοντά μου, καὶ ἀποστερῆσαί με τῶν ἐμῶν, καθάπερ ἤδη πεποίηκας. Αὕτη τοίνυν ἡ αἰτία καὶ ὁ φόβος παρεσκεύασέ με λανθανόντως τὴν ἀποδημίαν ποιήσασθαι. Παρ' ᾧ οὖν ἂν εὕροις τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Ὁρᾷς ὅτι ἠγνόει ὁ Ἰακὼβ τὴν παρὰ τῆς Ῥαχὴλ κλοπὴν γεγενημένην; Ὅρα γὰρ μεθ' ὅσης σφοδρότητος τὸ ἐπιτίμιον ὁρίζει τῷ τὴν κλοπὴν ἐργασαμένῳ. Παρ' ᾧ ἂν, φησὶν, εὑρεθῶσιν, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Οὐκ ἐπειδὴ μόνον, φησὶν, ὑφείλετο, ἀλλ' ὅτι διὰ τῆς κλοπῆς δεῖγμα ἐναργὲς ὁ τοιοῦτος ἐκφέρει τῆς οἰκείας πλάνης. Ἐπίγνωθι εἴ τί ἐστι τῶν σῶν παρ' ἐμοὶ, καὶ λάβε. Ἐρεύνησον, φησὶν, εἴ τι τῶν μὴ προσηκόντων ἀφειλόμην. Οὐδὲν ἕτερόν μοι ἔχεις ἐγκαλέσαι, ἢ ὅτι λάθρα τὴν ἀποδημίαν ἐποιησάμην· καὶ τοῦτο οὐχ ἑκὼν πέπονθα, ἀλλ' ὑφορώμενος τὴν ἀδικίαν, καὶ δεδοικὼς μὴ βουληθῇς καὶ τὰς θυγατέρας σου ἀφελέσθαι, τοῦτο μαθὼν, καὶ τὴν ἄλλην μου περιουσίαν. Καὶ οὐκ ἐπέγνω, φησὶ, παρ' αὐτῷ οὐδέν. Οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησε τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν. Εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βαρέως φέρε, κύριέ μου· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ' ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτῆς, καὶ οὐχ εὗρε.