# In Genesim (homiliae 1-67) 5.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΗʹ Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-42

Ταῦτα δὲ ἀκούοντες μιμώμεθα τὸν δίκαιον τοῦτον, καὶ τοσαύτην ἐπιδεικνυώμεθα ταπεινοφροσύνην· καὶ ἐπειδὰν ὦσί τινες πρὸς ἡμᾶς ἀηδῶς διακείμενοι, μὴ ἐπὶ πλέον ἐξάπτωμεν τὸν θυμὸν, ἀλλὰ τῇ πολλῇ ἐπιεικείᾳ καὶ τῇ ταπεινοφροσύνῃ, τῇ διὰ ῥημάτων, τῇ διὰ πραγμάτων καταστέλλωμεν αὐτῶν τὴν ἔχθραν, καὶ ἰατρεύωμεν αὐτῶν τὴν ψυχὴν κεκακωμένην. Ὅρα γὰρ τὴν σοφίαν τούτου τοῦ δικαίου, ὅπως τῇ πολλῇ εὐτονίᾳ τῶν ῥημάτων οὕτω τὸν Ἡσαῦ κατεμάλαξεν, ὡς καὶ πρὸς θεραπείαν αὐτοῦ ἐπείγεσθαι, καὶ πάντα πρὸς τὴν τούτου τιμὴν βούλεσθαι ποιεῖν. Τοῦτο ἀληθῶς μεγίστης ἐστὶν ἀρετῆς, οὐχ ὅταν τοὺς γνησίως πρὸς ἡμᾶς διακειμένους ἀγαπᾷν σπουδάζωμεν, καὶ θεραπεύωμεν παντὶ τῷ τρόπῳ, ἀλλὰ καὶ ὅταν τοὺς ἐπηρεάζειν ἡμῖν βουλομένους διὰ τῆς πολλῆς προσηνείας ἐπισπώμεθα. Οὐδὲν γὰρ ἐπιεικείας σφοδρότερον. Ὥσπερ γὰρ τὴν πυρὰν σφοδρῶς πολλάκις ἐκκαιομένην ὕδωρ ἐπιβληθὲν κατέσβεσεν, οὕτω καὶ τὸν θυμὸν καμίνου σφοδρότερον ἐξαπτόμενον λόγος μετ' ἐπιεικείας προϊὼν κατασβέννυσι, καὶ διπλοῦν ἡμῖν τὸ κέρδος γίνεται, ὑπὲρ ὧν τε αὐτοὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμεθα, καὶ ὑπὲρ ὧν τοῦ ἀδελφοῦ τὸν θυμὸν καταπαύσαντες, τὸν λογισμὸν αὐτοῦ ταραχῆς ἐλευθεροῦμεν. Τί γὰρ, εἰπέ μοι; Οὐχὶ μέμφῃ καὶ κατηγορεῖς τοῦ ἀδελφοῦ θυμουμένου, καὶ ἐχθρῶς πρὸς σὲ διακειμένου; Τίνος οὖν ἕνεκεν οὐχὶ διὰ τῶν ἐναντίων αὐτὸς ἔρχεσθαι σπουδάζεις, ἀλλὰ θυμοῦσθαι καὶ αὐτὸς ἐπὶ πλεῖον βούλει; Μὴ γὰρ δυνατὸν πῦρ πυρὶ σβέννυσθαι; Οὐκ ἔχει φύσιν τὸ γεγενημένον. Οὕτως οὐδὲ θυμὸν ἑτέρῳ θυμῷ καταπραΰνεσθαι δυνατὸν ἂν γένοιτό ποτε· ὅπερ γάρ ἐστι τῷ πυρὶ τὸ ὕδωρ, τοῦτο τῷ θυμῷ ἐπιείκεια καὶ πραΰτης. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ἐὰν τοὺς ἀγαπῶν τας ὑμᾶς ἀγαπᾶτε, τίνα μισθὸν ἔχετε; Εἶτα ἐντρέψαι βουλόμενος τῇ ἐπαγωγῇ, καὶ καθικέσθαι τῶν ῥᾳθυμεῖν βουλομένων, φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅντινα γὰρ ἂν λάβῃς τῶν ῥᾳθύμων, οὐχὶ τοῦτο διαπράττεται; καὶ αὐτοὶ οἱ τελῶναι οὐχὶ τοῦτο διὰ σπουδῆς ἔχουσι; Τί γὰρ τελώνου χεῖρον; Καὶ ὅμως τοῦτο παντὶ τρόπῳ εὑρήσεις παρ' αὐτοῖς πληρούμενον, καὶ οὐχ οἷόν τε τὸν ἀγαπώμενον μὴ καὶ ἀγαπᾷν. Ἐγὼ δὲ, ἐπειδὴ καὶ ὑψηλοτέρους ὑμᾶς εἶναι βούλομαι, καὶ ἔχειν τι τούτων πλέον, οὐ τοῦτο παραινῶ, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ὅπερ ὁ μακάριος οὗτος πρὸ τοῦ νόμου, πρὸ τῆς διδασκαλίας τῆς παρ' ἑτέρων, οἴκοθεν κινούμενος, διὰ τῆς ὑπερβαλλούσης ἐπιεικείας πρότερον μὲν τοῦ Λάβαν περιγέγονε, νυνὶ δὲ καὶ τοῦ ἀδελφοῦ. Εἰ γὰρ καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσεν, ἀλλ' ὅμως καὶ τὰ παρ' ἑαυτοῦ προεπεδείκνυτο. Οὕτω δὴ καὶ ἡμεῖς πείσωμεν ἑαυτοὺς, ὅτι κἂν μυριάκις σπουδάζωμεν, οὐδὲν οὐδέποτε κατορθῶσαι δυνησόμεθα, εἰ μὴ καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαιμεν. Ὥσπερ γὰρ, εἰ μὴ τῆς ἐκεῖθεν συμμαχίας ἀπολαύσωμεν, οὐδὲν ἰσχύομέν ποτε τῶν δεόντων κατορθῶσαι· οὕτω πάλιν εἰ μὴ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οὐ δυνησόμεθα τῆς ἄνωθεν ἀξιοῦσθαι ῥοπῆς. Διὸ σπουδάζωμεν καὶ τὰ παρ' ἑαυτῶν εἰσφέρειν, καὶ τὴν ἄνωθεν κηδεμονίαν ἐφέλκεσθαι, ἵνα καὶ ἐκ τῆς ἡμετέρας σπουδῆς, καὶ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὰ τῆς ἀρετῆς ἡμῖν καθ' ἑκάστην ἡμέραν ἐπιτείνηται, καὶ πολλῆς ἀπολαύσωμεν τῆς ἄνωθεν χάριτος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
