Ancient Greek
ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-44
Not analysed yet
Ὅρα πῶς αἱ συμφοραὶ κατελέαναν αὐτῶν τὸν λογισμὸν, καὶ ἐποίησαν αὐτοὺς ἐπιεικεστέρους. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν, καὶ ὁ Θεὸς τοῦ πατρὸς ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν· τὸ γὰρ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. Μὴ δειλιᾶτε, φησὶ, μηδὲ τούτου ἕνεκεν ἀγωνιᾶτε. Οὐδεὶς ὑμῖν ταύτης ἕνεκεν τῆς αἰτίας ἔγκλημα περιάψει· καὶ γὰρ τὸ ἀργύριον πεπληρώμεθα· τοῦ δὲ Θεοῦ ἡγεῖσθε καὶ τοῦτο γεγενῆσθαι, καὶ θησαυροὺς ὑμῖν δεῖξαι ἐν τοῖς μαρσίπποις ὑμῶν. Καὶ ταῦτα εἰρηκὼς ἐξήγαγε τὸν Συμεῶνα, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν, καὶ χορτάσματα ἔδωκε τοῖς ὄνοις αὐτῶν. Ὅρα πῶς ἡ εὐχὴ τοῦ πατρὸς πάντα αὐτοῖς κατευώδου· καὶ καθάπερ ἐκεῖνος αὐτοῖς ἐπηύξατο εἰπὼν, Ὁ Θεὸς τοῦ πατρός μου χάριν ὑμῖν δῷ, οὕτως ἅπαντα ἐγίνετο· καὶ πᾶσαν φιλοφροσύνην περὶ αὐτοὺς ἐπεδείκνυτο καὶ πρὸ τῆς παρουσίας τοῦ Ἰωσὴφ ὁ τὴν οἰκίαν πεπιστευμένος. Ἡτοίμασαν δὲ τὰ δῶρα Ἰωσήφ. Καὶ εἰσελθόντι αὐτῷ προσήνεγκαν, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. Καὶ πάλιν πυνθάνεται αὐτῶν· Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν, ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ; Οἱ δὲ εἶπον· Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν. Καὶ εἶπεν· Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. Καὶ κύψαντες προσεκύνησαν. Εἶδε δὲ τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; Καὶ εἶπεν· Ὁ Θεὸς ἐλεήσαι σε, τέκνον. Σκόπει πόσην καρτερίαν ἐπιδείκνυται, καὶ ἔτι ἄγνοιαν προσποιεῖται, ἵνα διὰ τῶν ἑξῆς γενομένων δοκιμὴν αὐτῶν τῆς γνώμης λαβεῖν δυνηθῇ, ὅπως πρὸς τὸν Βενιαμὶν διάκεινται. Καὶ ἐπειδὴ ὑπὸ τῆς φύσεως αὐτῆς ἐνικᾶτο, Συνεστρέφετο αὐτοῦ, φησὶ, τὰ σπλάγχνα, καὶ ἐζήτει κλαῦσαι. Εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον, ἔκλαυσεν ἐκεῖ. Καὶ νιψάμενος τὸ πρόσωπον ἐξῆλθε· καὶ λοιπὸν τὴν παρ' ἑαυτοῦ ἐπιδείκνυται φιλοφροσύνην, καί φησι· Παράθετε ἄρτους. Καὶ παρέθηκαν αὐτῷ μόνῳ, ἅτε δὴ ὡς βασιλεῖ καὶ ἄρχοντι πάσης Αἰγύπτου, Κἀκείνοις καθ' ἑαυτοὺς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ' αὐτοῦ καθ' ἑαυτούς. Οὐδὲ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Ἑβραίων· βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις. Ἐκάθισε δὲ ἐναντίον αὐτοῦ ὁ πρῶτος κατὰ τὰ πρεσβεῖα αὐτοῦ, καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ. Τοῦτο ἐκείνους εἰς ἔκπληξιν ἦγε, καὶ ἐν ἀπορίᾳ καθίσταντο, πόθεν αὐτῷ ἡ γνῶσις ἐγένετο τῆς διαφορᾶς τῶν ἡλικιῶν. Καὶ πᾶσι δοὺς μερίδας, τῷ Βενιαμὶν πενταπλάσιον δίδωσι. Καὶ οὐδὲ οὕτως αἰσθάνονται τῶν γινομένων, ἀλλ' ἐνόμισαν ἁπλῶς συντυχίᾳ τινὶ γίνεσθαι ταῦτα παρ' αὐτοῦ, ὡς ἅτε δὴ πρὸς νέον. Καὶ τέλος λαβούσης τῆς ἑστιάσεως, Καλέσας, φησὶν, ὁ Ἰωσὴφ τὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ, ἐνετείλατο αὐτῷ, λέγων· Πλῆσον τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἂν δύνανται ἆραι, καὶ τὸ ἀργύριον ὡσαύτως ἑκάστου εἰς τὸν μάρσιππον αὐτοῦ, καὶ τὸ κόνδυ τὸ ἀργυροῦν ἔμβαλε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου. Ὅρα πάλιν οἵαν μηχανὴν ἐξευρίσκει, ὥστε δοκιμὴν ἀκριβεστάτην λαβεῖν τῆς τῶν ἀδελφῶν γνώμης, ἣν περὶ τὸν Βενιαμὶν ἐπεδείκνυντο. Καὶ τούτων γενομένων, ἀπέλυσεν αὐτούς. Καὶ ἐπειδὴ ἥψαντο τῆς ὁδοῦ, Εἶπε, φησὶ, τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· Ἀναστὰς ἐπιδίωξον ὀπίσω αὐτῶν, καὶ ἐρεῖς· Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; Ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; Οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου, Αὐτὸς δὲ οἰωνίζεται ἐν αὐτῷ. Πονηρὰ συντετέλεσται, ἃ πεποιήκατε. Εὑρὼν δὲ αὐτοὺς, φησὶν, εἶπεν αὐτοῖς· Τί τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψασθε; διὰ τί τὴν οἰκείαν πονηρίαν καὶ μέχρι τοῦ τοσαύτην περὶ ὑμᾶς τὴν φιλοφροσύνην ἐπιδειξαμένου ἐξετείνατε; διὰ τί οὐκ ᾐδέσθητε τοῦ ἀνδρὸς τὴν περὶ ὑμᾶς μεγαλοψυχίαν; Τίς ἡ τοσαύτη κακουργία; τίς ἡ μανία, ἣν ἐμάνητε; Οὐκ ἴστε ὅτι τοῦτό ἐστι τὸ σκεῦος, ἐν ᾧ ὁ κύριός μου οἰωνίζεται; Πονηρὰ ὑμῶν ἡ πρᾶξις, ὀλεθρία ἡ γνώμη, ἀσύγγνωστος ἡ ἐπιχείρησις, μεγάλη ἡ τόλμα, πᾶσαν πονηρίαν ὑπερακοντίζουσα. Οἱ δὲ εἶπαν αὐτῷ· Ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα; Τίνος ἕνεκεν, φησὶν, ἐπιφέρεις ἡμῖν ἔγκλημα, οὗ πάντη ἐσμὲν ἀνεύθυνοι; Μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· μὴ ἡμῖν ποτε τοῦτο γένοιτο διαπράξασθαι. Οἱ γὰρ τὸ ἀργύριον διπλοῦν ἀπενεγκάμενοι, πῶς ἂν ὑφειλόμεθα ἀργύριον, ἢ χρυσίον; Εἰ δὲ τοῦτο νομίζεις, Παρ' ᾧ ἂν εὑρεθῇ τὸ σκεῦος, ὅπερ ἐπιζητεῖς, αὐτὸς μὲν ἀποθνησκέτω, ὡς τοσοῦτον δράσας τολμηρόν· ἡμεῖς δὲ δοῦλοι ἐσόμεθα. Ἡ γὰρ ἀπὸ τοῦ συνειδότος παῤῥησία παρεσκεύαζεν αὐτοὺς μετὰ τοῦ θαῤῥεῖν ταῦτα διαλέγεσθαι. Ὁ δὲ, φησὶν, εἶπε· Καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται. Παρ' ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, οὗτος ἔσται μου παῖς μόνος· ὑμεῖς δὲ ἀπολυθήσεσθε. Καὶ ταῦτα εἰπόντες ἐπέτρεπον αὐτῷ τὴν ἔρευναν ποιήσασθαι. Καὶ ἠρεύνα ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν εἰς τὸν Βενιαμίν. Καὶ τὸν ἐκείνου μάρσιππον ἀνοίξας εὑρίσκει τὸ κόνδυ. Τοῦτο ἐσκότωσεν αὐτῶν τὸν λογισμόν. Καὶ διέῤῥηξαν, φησὶ, τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν πάλιν τοὺς μαρσίππους αὐτῶν, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. Καὶ εἰσελθὼν ὁ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. Ὅρα ποσάκις τὴν προσκύνησιν ποιοῦνται. Εἶπε δὲ αὐτοῖς Ἰωσήφ· Τί τοῦτο πεποιήκατε; Οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνίζομαι ἐν αὐτῷ; Εἶπε δὲ, φησὶν, Ἰούδας· Τί ἀντεροῦμεν, ἢ τί λαλήσομεν τῷ κυρίῳ, ἢ τί δικαιωθῶμεν; Ὁ δὲ Θεὸς εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. Πάλιν ἑαυτοὺς ἀναμιμνήσκουσι τῶν ἤδη εἰς αὐτὸν ὑπ' αὐτῶν γεγενημένων. Ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς, καὶ παρ' ᾧ εὑρέθη τὸ κόνδυ. Τέως πολλὴν ἐπιδείκνυνται τὴν εὐγνωμοσύνην, καὶ ἑαυτοὺς ἅμα τῷ ἀδελφῷ τῇ δουλείᾳ ὑποτάττουσιν. Εἶπε δὲ, φησὶν, Ἰωσήφ· Μή μοι γένοιτο ποιῆσαι τοῦτο. Ὁ ἄνθρωπος, παρ' ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.