# In Genesim (homiliae 1-67) 5.1-45

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΕʹ Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-45

Ἅπερ λογιζόμενοι, ἐπιτρέχωμεν ταῖς τοιαύταις διακονίαις, μὴ τὴν δαπάνην λογιζόμενοι, ἀλλὰ τὸ κέρδος καὶ τὴν πρόσοδον τὴν ἐντεῦθεν τικτομένην. Εἰ γὰρ ἀνθρώπῳ τινὶ τῶν ὑπερεχόντων ἐν ἀξιώμασι βιωτικοῖς οἰκειούμενόν τινα θεασοίμεθα, πᾶσαν θεραπείαν εἰς αὐτὸν ἐπιδείκνυσθαι σπουδάζομεν, ἐννοοῦντες ὅτι τὰ εἰς ἐκεῖνον γινόμενα εἰς τὸν προστάτην διαβήσεται τὸν αὐτοῦ, καὶ ὅτι ἐκεῖνος γνωρίσας ἐκείνῳ, ὃν προστάτην ἐπιγράφεται, πλείονος ἡμῖν ἀπολαῦσαι παρασκευάσει τῆς παρ' αὐτοῦ εὐνοίας· πολλῷ μᾶλλον ἐπὶ τοῦ Δεσπότου τῶν ὅλων τοῦτο ἔσται. Εἰ γὰρ, καὶ ἐπὶ τῶν τυχόντων καὶ ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένων εἰ ἐπεδείξατό τίς τινα φιλοφροσύνην καὶ συμπάθειαν, οἰκειούμενος τὰ γενόμενα ὁ Δεσπότης ἐπαγγέλλεται εἰς τὴν βασιλείαν εἰσάγειν τοὺς ἀγαθόν τι εἰς ἐκείνους εἰργασμένους, καὶ ἐρεῖν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πολλῷ μᾶλλον τοὺς διὰ τὸν Θεὸν θλιβομένους, καὶ ἱερωσύνῃ τετιμημένους εἰ θεραπεύσειέ τις, οὐ τῆς τοσαύτης ἀπολαύσεται τῆς ἀμοιβῆς, ἀλλὰ πολυπλασίονος, τοῦ φιλανθρώπου Θεοῦ ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τὰ παρ' ἡμῶν γινόμενα. Μὴ τοίνυν γινώμεθα χείρους τῶν ἀπίστων, τῶν διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην ἔτι καὶ τοσαύτην θεραπείαν ἐπιδεικνυμένων περὶ τοὺς τούτων θεραπευτάς· ἀλλ' ὅση ἡ διαφορὰ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, καὶ τῶν ἐκείνων ἱερέων πρὸς τοὺς τοῦ Θεοῦ ἱερεῖς, τοσαύτην διαφορὰν καὶ περὶ τὴν τιμὴν ἐπιδειξώμεθα, ἵνα πολυπλασίους τὰς ἄνωθεν ἀμοιβὰς κομίσασθαι δυνηθῶμεν. Κατῴκησε δὲ, φησὶν, Ἰακὼβ ἐν Αἰγύπτῳ, καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. Αὕτη γὰρ ἦν καὶ τοῦ Θεοῦ ἡ ὑπόσχεσις πρὸς αὐτὸν γεγενημένη, ὅτι Ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐπέζησεν Ἰακὼβ δεκαεπτὰ ἔτη. Καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη. Διὰ τοῦτο τῆς ζωῆς αὐτῷ τὸν χρόνον τοῦτον ἐπεμέτρησεν ὁ Θεὸς, ἵνα τῆς ταλαιπωρίας, ἧς ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς ὑπέμεινεν, ἀρκοῦσαν παραμυθίαν κομισάμενος, οὕτω τὸν βίον καταλύσῃ. Ἀλλ' εἰ βούλεσθε, ἵνα μὴ τῷ πλήθει τῶν εἰρημένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσομεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὴν μνήμην διηνεκῆ τούτων κεκτῆσθαι, καὶ ταῦτα διηνεκῶς στρέφειν ἐπὶ τῆς διανοίας, καὶ λογίζεσθαι τὴν ὑπομονὴν, ἣν οἱ δίκαιοι οὗτοι ὑπέμενον, τὴν μακροθυμίαν, τὴν πίστιν, ἣν ἐπεδείκνυντο περὶ τὰς τοῦ Θεοῦ ὑποσχέσεις, οὐ παρασαλευόμενοι τὸν λογισμὸν διὰ τὰ μετὰ τὴν ὑπόσχεσιν συμπίπτοντα· ἀλλὰ θαῤῥοῦντες τῇ τοῦ ἐπαγγειλαμένου δυνάμει, οὕτως ἅπαντα πράως ἔφερον, καὶ διὰ τούτων εὐδοκίμουν. Ἰδοὺ γὰρ καὶ ὁ δίκαιος οὗτος μετὰ τὸ ἐν ἔτεσι τοσούτοις πενθῆσαι τὸν Ἰωσὴφ ὡς ἀποτεθνηκότα, εἶδεν αὐτὸν τὴν βασιλείαν τῆς Αἰγύπτου κατέχοντα· καὶ ὁ θαυμάσιος Ἰωσὴφ μετὰ τὴν δουλείαν, μετὰ τὸ δεσμωτήριον, μετὰ τὰ ἄλλα πάντα, ἅπερ ὑπέμεινε, τὴν ἀρχὴν ἅπασαν ἐδέχετο τῆς χώρας. Καὶ εἰ βουλοίμεθα ἐπιέναι πάσας τὰς ἐν τῇ Γραφῇ κειμένας ἱστορίας, εὑρήσομεν τοὺς ἐπ' ἀρετῇ ἅπαντας διὰ πειρασμῶν ὁδεύσαντας, καὶ οὕτω δυνηθέντας πολλὴν τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς τῆς εὐνοίας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ, μὴ ἀσχάλλωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν πρὸς τὰ ἐπιόντα· ἀλλὰ μᾶλλον χαίρωμεν καὶ εὐφραινώμεθα τῇ πίστει νευρούμενοι, εἰδότες ὅτι ταύτῃ μάλιστα πολλῆς ἀπολαυσόμεθα τῆς προνοίας, εἰ μετ' εὐχαριστίας ἅπαντα φέρειν μελετήσωμεν. Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τὸν παρόντα βίον ἐν ἀρετῇ διάγοντας τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
