# In Genesim (homiliae 1-67) 5.1-46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΖʹ Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-46

Ἀλλ' ἄκουε τοῦ Ἰωσὴφ τὴν περὶ τοὺς ἀδελφοὺς ἀνεξικακίαν, καὶ ὅπως διὰ πάντων αὐτοὺς παραμυθήσασθαι βούλεται, καὶ πεῖσαι, ὡς οὐδὲν εἰς αὐτὸν ἡμαρτήκασι. Καί φησι, Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε κατ' ἐμοῦ πονηρά· ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς. Μὴ δειλιάσητε, φησὶ, μηδὲ ἐναγώνιοι γένησθε· Τοῦ Θεοῦ γάρ εἰμι ἐγὼ, καὶ τὸν Δεσπότην τὸν ἐμὸν μιμοῦμαι, καὶ εὐεργεσίαις ἀμείβεσθαι σπουδάζω τοὺς τὰ ἀνήκεστά με διαθέντας· Τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Εἶτα δεικνὺς ὅσης ἀπολαύει παρὰ τοῦ Θεοῦ εὐνοίας, φησίν· Ὑμεῖς πονηρᾷ γνώμῃ τὰ κατ' ἐμὲ εἰργάσασθε, ὁ δὲ Θεὸς εἰς ἀγαθά μοι πάντα περιέστησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Πάντα, φησί. Τί ἐστι, Πάντα; Καὶ τὰ ἐναντία, καὶ τὰ λυπεῖν δοκοῦντα, καὶ ταῦτα εἰς ἀγαθὸν μεθίστησιν· ὃ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου γεγένηται. Τὰ γὰρ παρὰ τῶν ἀδελφῶν γεγενημένα, ταῦτα μάλιστα αὐτῷ τὴν βασιλείαν προεξένησε, τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας πάντα τὰ πονηρὰ εἰς ἀγαθὰ μεταβαλλούσης. Ἵνα διατραφῇ, φησὶ, λαὸς πολύς. Οὐ μόνον ὑμῶν ἕνεκεν ταῦτα εἰς ἀγαθὸν μετέβαλεν, ἀλλ' ἵνα καὶ πᾶς οὗτος ὁ λαὸς διατραφῆναι δυνηθῇ. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν. Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Τί τοίνυν δεδοίκατε; Ἐγὼ ὑμῖν χορηγήσω τὰ πρὸς τροφὴν, καὶ πᾶσι τοῖς μεθ' ὑμῶν. Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Οὐχ ἁπλῶς αὐτοὺς παρεκάλεσεν, ἀλλὰ τοσαύτῃ ἐχρήσατο τῇ σπουδῇ, ὥστε πᾶσαν αὐτῶν τὴν ἀθυμίαν ἐξελεῖν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ εἶδεν Ἰωσὴφ παιδία Ἐφραῒμ ἕως τρίτης γενεᾶς. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· Ἐγὼ ἀποθνήσκω. Ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν. Ὅρα καὶ τοῦτον ὁμοίως τῷ πατρὶ ἐπισκήπτοντα τοῦ μετακομισθῆναι αὐτοῦ τὰ ὀστᾶ. Καὶ ὅρα πῶς πάλιν βουλόμενος ἀναῤῥῶσαι αὐτῶν τὸν λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἔχειν περὶ τῆς ἐπανόδου, πρότερον τοῦτο προεμήνυσεν, ὅτι ἐπανελεύσεσθε, καὶ τότε φησὶ, Συνανοίσετε. Ἀνιόντες, φησὶν, ὑμεῖς Συνανοίσετε τὰ ὀστᾶ μου. Τοῦτο δὲ ἐποίει οὐχ ἁπλῶς οὐδὲ μάτην, ἀλλὰ δύο ταῦτα οἰκονομῶν· ἓν μὲν, ἵνα μὴ οἱ Αἰγύπτιοι μεμνημένοι τῶν τοσούτων αὐτοῦ εὐεργεσιῶν, καὶ εὐκόλως ἐξ ἀνθρώπων θεοὺς προσαγορεύοντες, ὑπόθεσιν ἀσεβείας ἔχωσι τοῦ δικαίου τὸ σῶμα· ἕτερον δὲ, ἵνα ὦσι πεπληροφορημένοι, ὅτι πάντως ἐπανήξουσιν. Εἰ γὰρ μὴ τοῦτο ἦν ὡμολογημένον, οὐκ ἂν οὕτω διεστείλατο, ὥστε μετ' αὐτῶν ἀναγαγεῖν τὰ ὀστᾶ. Καὶ ἦν ἰδεῖν λοιπὸν πρᾶγμα καινὸν καὶ παράδοξον, τὸν ἐπὶ τῆς Αἰγύπτου πάντα τὸν Ἰσραὴλ διατρέφοντα, τοῦτον καὶ τῆς ἐπανόδου ἡγούμενον, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτοὺς εἰσάγοντα. Καὶ ἐτελεύτησε, φησὶν, Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα. Τίνος ἕνεκεν καὶ τούτου τὰ ἔτη ἡμῖν ἐσήμανεν; Ἵνα μάθῃς ὅσων ἐτῶν τῆς Αἰγύπτου τὴν ἡγεμονίαν ἐνεχειρίσθη. Ἑπτακαίδεκα ἐτῶν γενόμενος κατέβη εἰς τὴν Αἴγυπτον· καὶ τριάκοντα ἐτῶν γεγονὼς ὤφθη τῷ Φαραὼ, καὶ διέκρινε τὰ ἐνύπνια. Ὀγδοήκοντα δὲ λοιπὸν ἔτεσι κατέσχε πᾶσαν τὴν τῆς Αἰγύπτου ἀρχήν. Εἶδες πῶς μείζους τῶν πόνων αἱ ἀμοιβαὶ, καὶ πολυπλασίους αἱ ἀντιδόσεις; Ἐν δέκα καὶ τρισὶν ἔτεσιν ἐπάλαισε τοῖς πειρασμοῖς, τὴν δουλείαν ὑπομένων, τὴν κατηγορίαν ἐκείνην τὴν παράνομον, τὴν ἐν τῷ δεσμωτηρίῳ κακουχίαν. Καὶ ἐπειδὴ γενναίως μετ' εὐχαριστίας ἅπαντα ἤνεγκε, διὰ τοῦτο καὶ δαψιλεῖς ἐκομίσατο τὰς ἀμοιβὰς καὶ ἐπὶ τοῦ παρόντος βίου. Ἐννόησον γάρ μοι, ὅτι ὑπὲρ τοῦ βραχέος ἐκείνου χρόνου, ὃν τὴν δουλείαν καὶ τὸ δεσμωτήριον ὑπέμεινεν, ἐν ὀγδοήκοντα ἔτεσι τὴν βασιλείαν διεῖπε. Καὶ ὅτι πίστει πάντα διέπραττε, καὶ διὰ τοῦτο καὶ περὶ τῆς τῶν ὀστῶν μετακομιδῆς ἐνετείλατο, ἄκουε τοῦ Παύλου λέγοντος· Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἵνα μάθῃς τὴν αἰτίαν, δι' ἣν ἐπέσκηψε τῶν ὀστῶν τὴν κομιδὴν γενέσθαι, φησὶ, Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Τάχα πλείονα τὰ εἰρημένα, ἀλλὰ σύγγνωτε. Πρὸς γὰρ τὸ τέλος τοῦ βιβλίου φθάσαντες ἐβουλήθημεν ἅπαν σήμερον τελέσαντες τὸ βιβλίον, οὕτω καταπαῦσαι τὸν λόγον, καὶ τὴν συνήθη παράκλησιν ὑμῖν προσαγαγεῖν, ὥστε μεμνῆσθαι τῶν εἰρημένων, καὶ ζηλοῦν τῶν δικαίων τούτων τὴν ἀρετὴν, τὴν περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν, τὴν περὶ τοὺς ἐπηρεάζοντας μακροθυμίαν, τὴν σωφροσύνην τὴν ὑπερβάλλουσαν. Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτην ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπὴν, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον. Οὕτω γὰρ καὶ τοῦ Πνεύματος ἐπισπασόμεθα τὴν χάριν, καὶ τὸν παρόντα βίον ἀλύπως διανύσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΕΛΟΣ ΟΜΙΛΙΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
