# In Genesim (homiliae 1-67) 5.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Θʹ Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-5

Σὺ δέ μοι, ἀγαπητὲ, καὶ ἐντεῦθεν σκόπει τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ὁ μὲν Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ πάντα παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς φιλάνθρωπος ὢν, καὶ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς δεσποτείας, ἀλλ' ἐκεῖνα μόνον ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συνετέλει πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα, καὶ πολλὴν εἰσφέροντα τὴν λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ ὑποταγῇ καὶ τῇ δουλείᾳ. Ἀφῆκε γοῦν βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν ἀνατέμνωμεν, ἵνα τὰ σπέρματα καταβάλλωμεν· ἀφῆκε καὶ τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται τῶν πόνων ἡμῖν· ἀφῆκε τῶν προβάτων τὰς ποίμνας, ἵνα ἔχωμεν ἐν τῇ περιβολῇ τῶν ἐνδυμάτων χορηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη τῶν ζώων εἴασε πολλὴν ἡμῖν τὴν χορηγίαν παρέχοντα. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον διὰ τὴν παρακοὴν ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας, καὶ ταὐτὸν πεποίηκεν, οἷον ἂν εἰ καὶ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν αὐτοῦ μαστίξας, θεραπείαν τινὰ προσαγάγῃ ταῖς μάστιξιν· οὕτω δὴ καὶ ὁ Θεὸς καταδίκην ἐπιτιθεὶς τῷ ἡμαρτηκότι, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὥστε καὶ τὸ δοῦναι τὴν τιμὴν, καὶ τὸ πάλιν ἀφελέσθαι, καὶ τὸ τὸν φόβον ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἀκριβῶς ἐξετάζοι καὶ εὐγνωμόνως, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς τῆς φιλανθρωπίας. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν αὐτῷ, καὶ εὐγνώμονες γενώμεθα περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα. Οὐδὲ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ' ἡμῶν, ἀλλ' ἢ τὸ ὁμολογεῖν μόνον τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰς ὑπὲρ τούτων αὐτῷ εὐχαριστίας ἀναφέρειν· οὐκ ἐπειδὴ αὐτὸς δεῖται τούτου· ἀνενδεὴς γὰρ ὑπάρχει· ἀλλ' ἵνα ἡμεῖς παιδευώμεθα τὸν χορηγὸν ἐπισπάσασθαι τῶν ἀγαθῶν, καὶ μὴ ἀγνώμονες γενώμεθα, ἀλλ' ἀξίαν τῶν εὐεργεσιῶν καὶ τῆς τοσαύτης κηδεμονίας τὴν ἀρετὴν εἰσφέρωμεν. Οὕτω γὰρ καὶ αὐτὸν εἰς πλείονα τὴν περὶ ἡμᾶς ἐκκαλεσόμεθα κηδεμονίαν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλ' ἕκαστος ὑμῶν καθ' ἑκάστην ὥραν, εἰ οἷόν τε, ἀναλογιζέσθω καθ' ἑαυτὸν, μὴ μόνον τὰς κοινὰς εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας εἰς αὐτὸν γινομένας, μὴ τὰς ὡμολογημένας, καὶ πᾶσι δήλους, ἀλλὰ καὶ τὰς ἰδιαζούσας καὶ λανθανούσας τοὺς πολλούς· οὕτω γὰρ δυνήσεται διηνεκῆ τὴν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ. Τοῦτο μεγίστη θυσία, τοῦτο προσφορὰ τελεία, τοῦτο παῤῥησίας ἡμῖν ὑπόθεσις γενήσεται· καὶ πῶς, ἐγὼ λέγω. Ὁ γὰρ ταῦτα διηνεκῶς στρέφων ἐν τῇ διανοίᾳ τῇ ἑαυτοῦ, καὶ τὴν μὲν οἰκείαν εὐτέλειαν καταμανθάνων μετὰ ἀκριβείας, ἐννοῶν δὲ τὴν ἄφατον καὶ ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅπως οὐ πρὸς ἀξίαν τῶν ἡμαρτημένων ὑφ' ἡμῶν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἀγαθότητα ἀφορῶν, οὕτω τὰ καθ' ἡμᾶς οἰκονομεῖ, συστέλλεται τὴν διάνοιαν, συντρίβεται τὸν λογισμὸν, πάντα τῦφον καὶ ἀπόνοιαν καταστέλλει, μετριάζειν μανθάνει, ὑπερορᾷν τῆς δόξης τοῦ παρόντος βίου, καταγελᾷν πάντων τῶν ὁρωμένων, φαντάζεσθαι τὰ μέλλοντα ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον, καὶ πέρας οὐκ ἔχουσαν. Ὁ δὲ οὕτω τὴν ψυχὴν διακείμενος, τὴν ἀληθῆ καὶ ἐπέραστον θυσίαν τῷ Θεῷ ἀναφέρει, καθὼς ὁ προφήτης φησί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τοὺς γὰρ εὐγνώμονας τῶν οἰκετῶν οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι ἐπιστρέφουσιν, ὡς αἱ εὐεργεσίαι, καὶ τὸ εἰδέναι, ὅτι οὐ πρὸς ἀξίαν τῶν πεπλημμελημένων τὴν δίκην δεδώκασι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
