# In Genesim (homiliae 1-67) 5.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΙΕʹ Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/5.1-8

Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, εἰ δοκεῖ, τὰ κατὰ τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλὴν εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων μετὰ ἀκριβείας, καὶ καθ' ἑαυτοὺς ἅπαντα ἀναλογίζεσθαι, ἵνα ἔχητε αὐτὰ ἐνιδρυμένα ταῖς διανοίαις ταῖς ὑμετέραις. Ἐὰν γὰρ συνεχῶς ἀναμιμνησκώμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν εἰς τὴν ἡμετέραν φύσιν κατέθετο, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν προτροπὴ ἡμῖν μεγίστη τοῦτο γενήσεται. Ὁ γὰρ τῶν εὐεργεσιῶν μεμνημένος τοῦ Θεοῦ, δηλονότι σπουδάσει μὴ ἀνάξιον ἑαυτὸν ἀποφῆναι, ἀλλὰ τοσαύτην ἐπιδείξασθαι τὴν σπουδὴν, καὶ τὴν εὐγνωμοσύνην, ὡς καὶ ἑτέρων πάλιν ἀξιωθῆναι. Φιλότιμος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ ἐπειδὰν ἴδῃ περὶ τὰ ἤδη ἡμῖν ὑπάρξαντα παρ' αὐτοῦ εὐγνώμονας γενομένους, πολλὴν ἐπιδαψιλεύεται τὴν χάριν, καὶ μειζόνων ἡμᾶς πάλιν ἀξιοῖ τῶν δωρεῶν· μόνον ἐὰν ἡμεῖς τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες μὴ ἁπλῶς τὸν χρόνον παρατρέχωμεν, μηδὲ τοῦτο σκοπῶμεν, εἰ τὸ ἥμισυ τῆς ἁγίας Τεσσαρακοστῆς παρέδραμεν, ἀλλ' εἴ τινα ἡμῖν κατώρθωται ἐν τούτῳ τῷ χρόνῳ, καὶ εἴ τι τῶν ἐνοχλούντων ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μέλλοιμεν καθ' ἑκάστην ἡμέραν τῆς πνευματικῆς διδασκαλίας ἀπολαύοντες οἱ αὐτοὶ διαμένειν, καὶ μὴ ἐπιδιδόναι πρὸς ἀρετὴν, μηδὲ τὰ τῆς κακίας εἴδη ἐξορίζειν τῆς ἑαυτῶν ψυχῆς, οὐ μόνον ἡμῖν οὐδὲν ὄφελος ἔσται, ἀλλὰ καὶ πλείων ἡ βλάβη. Ὅταν γάρ τις καὶ ἐπιμελείας τοσαύτης ἀπολαύων μηδὲν κερδαίνῃ, μεῖζον ἑαυτῷ ἐπισωρεύει τὸ τῆς γεέννης πῦρ. Διὸ, παρακαλῶ, κἂν τῷ ὑπολειπομένῳ χρόνῳ τῆς νηστείας εἰς δέον χρησώμεθα, καὶ καθ' ἑκάστην ἑβδομάδα, μᾶλλον δὲ καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς περισκοπῶμεν, καὶ τὰ μὲν ἐλαττώματα ἡμῶν ἐξορίζωμεν τῆς ἑαυτῶν ψυχῆς, κατορθωμάτων δὲ κτῆσιν προσλαμβάνωμεν, καθάπερ ὁ προφήτης παρῄνεσεν, καὶ ἐκκλίνωμεν ἀπὸ τῶν κακῶν, καὶ μετέλθωμεν ἐπὶ τὴν ἀρετήν· αὕτη γὰρ ἡ ἀληθὴς νηστεία. Ὁ θυμώδης τὸ μὲν πάθος τὸ ἐνοχλοῦν εὐσεβεῖ λογισμῷ ἐξοριζέτω τῆς ψυχῆς, πραότητα δὲ καὶ ἐπιείκειαν ἀσπαζέσθω. Ὁ ῥᾴθυμος καὶ ἀκόλαστος, καὶ μετὰ ἀδείας πρὸς τὰ κάλλη τῶν σωμάτων ἐπτοημένος, χαλινώσας αὑτοῦ τὸν λογισμὸν, καὶ τὸν νόμον τοῦ Χριστοῦ εἰς τὸ πλάτος αὑτοῦ τῆς διανοίας ἐγγράψας, τὸν λέγοντα, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ, τὸ μὲν τῆς ἀκολασίας πάθος φυγαδευέτω, τὴν δὲ σωφροσύνην κατορθούτω. Ὁ προπετὴς ἐν γλώσσῃ καὶ ἁπλῶς τὰ ἐπιόντα φθεγγόμενος, μιμείσθω πάλιν τὸν μακάριον προφήτην καὶ λεγέτω· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· καὶ μηδέποτε ἁπλῶς καὶ ὡς ἔτυχε προφερέτω τὰ ῥήματα, ἀλλ' ἀκουέτω Παύλου λέγοντος· Πᾶσα κραυγὴ, καὶ θυμὸς, καὶ βλασφημία, καὶ αἰσχρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· καὶ πάλιν· Εἴ τις λόγος ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ τοὺς ὅρκους δὲ παντελῶς φευγέτω, ἀκούων τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι Ἐῤῥήθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Μὴ τοίνυν μοι λέγε, ὅτι Ἐπὶ δικαίῳ ὄμνυμι· οὐκ ἔξεστι γὰρ οὔτε ἐπὶ δικαίῳ, οὔτε ἐπὶ ἀδίκῳ ὀμνύναι. Καθαρὸν τοίνυν τηρῶμεν ὅρκῳ τὸ στόμα, καὶ τούτοις ἅπασι τειχίζωμεν ἡμῶν καὶ τὴν γλῶτταν, καὶ τὰ χείλη, καὶ τὴν διάνοιαν, ὥστε μὴ ἔνδοθεν τίκτεσθαί τι τῶν πονηρῶν λογισμῶν, μήτε διὰ γλώττης προφέρεσθαι. Καὶ τὰς ἀκοὰς δὲ ἀσφαλῶς ἀποφράττωμεν, ὥστε μήτε ἀκοὴν ματαίαν παραδέχεσθαι, καθάπερ ὁ μακάριος Μωϋσῆς παρήγγειλε λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ ἔλεγε· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἶδες, ἀγαπητὲ, ὅσης ἡμῖν ἀγρυπνίας χρεία, ὅσου πόνου πρὸς τὴν ἀρετήν; πῶς καὶ βραχὺ μέρος ἀμεληθὲν, ὁλόκληρον ἡμῖν ἐπάγει τὸν κίνδυνον; Διὰ τοῦτο καὶ ἑτέρωθι ἐβόα ὁ μακάριος Δαυῒδ ἐγκαλῶν τῷ τοῦτο ποιοῦντι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἐὰν οὕτως ἡμῶν ἅπαντα τὰ μέλη τειχίσωμεν, δυνησόμεθα καὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα διεγερθῆναι, καὶ τὴν μὲν γλῶτταν πρὸς δοξολογίαν καὶ ὕμνους τοὺς εἰς τὸν τῶν ὅλων Θεὸν ἀπασχολεῖν, τὴν δὲ ἀκοὴν πρὸς ἀκρόασιν καὶ μάθησιν τῶν θείων λογίων, καὶ τὴν διάνοιαν πρὸς τὴν κατανόησιν τῶν πνευματικῶν διδαγμάτων, καὶ τὰς χεῖρας μὴ πρὸς ἁρπαγὴν καὶ πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν, καὶ τοὺς πόδας μὴ εἰς θέατρα καὶ ἱπποδρομίας, καὶ τὰς ἐπιβλαβεῖς θεωρίας, ἀλλ' εἰς ἐκκλησίαν καὶ εἰς εὐκτηρίους οἴκους, καὶ πρὸς τὰς τῶν ἁγίων μαρτύρων θήκας, ἵνα τὴν παρ' αὐτῶν εὐλογίαν καρπούμενοι, ἀχειρώτους ἑαυτοὺς καταστήσωμεν ταῖς τοῦ διαβόλου παγίσιν. Ἐὰν οὕτως ὦμεν μεμεριμνημένοι, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες, δυνησόμεθα καὶ τὸ ἀπὸ τῆς νηστείας κέρδος καρπώσασθαι, καὶ τὰς τοῦ Πονηροῦ μηχανὰς διαφυγεῖν, καὶ πολλὴν τὴν ἄνωθεν ῥοπὴν ἐπισπάσασθαι· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
