Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Ιϛʹ Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-9
Not analysed yet
Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἄν τις ἔροιτο, τίνα ἰσχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοῖξαι, καὶ διὰ τί γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ εἰ βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου διαλεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὅτι εἰ βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν εἰρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις αὐτῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς βρώσεως ἔβλεπον· ἀλλ' ἐπειδὴ ἡ τούτου βρῶσις παρακοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐντολῆς παράβασις, δι' ἣν αἰτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυτοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφή φησιν· Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμβάνουσι καὶ τῆς αἰσθητῆς γυμνότητος, ἵνα διὰ τῆς καταλαβούσης αὐτοὺς αἰσχύνης γνῶσιν ἀκριβῶς, εἰς οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου. Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ εἰδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱματίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ' ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εἰς τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αἰσχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αἰσχύνῃ ἀφάτῳ περιέβαλε. Καὶ ἔῤῥαψαν, φησὶ, φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἐννόησόν μοι, ἀγαπητὲ, ἀπὸ ποταποῦ ὕψους πῶς εἰς βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλή. Οἱ γὰρ τοσαύτῃ δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάπτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβουλῆς ἐκείνου ἡ μηχανὴ, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν εἰργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφὴ, Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, οὐ περὶ τῶν αἰσθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ τῆς κατὰ διάνοιαν αἰσθήσεως. Ἐπειδὴ γὰρ παρέβησαν τὰ προστεταγμένα, αἰσθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίησεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔνοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γραφῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάῤῥας ἀποδιδράσκουσα τὴν δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευτὴν, καί φησι· Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἅγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ' ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν. Ὁρᾷς ὅτι τὸ, Διήνοιξεν, οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αἰσθήσεως τῆς κατὰ διάνοιαν; Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τί τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἢν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν καὶ τὰς προσηγορίας ἐπιθεὶς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικὸς, καθάπερ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γένοιτο), πάλιν εἰς τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ἀλλ' ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτεξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι. Ὅτι γὰρ διὰ τὴν παράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντολῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· Ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, οὐ μὴ φάγεσθε ἀπ' αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατοι ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρίας αὐτοῖς ἐπήγαγε τὸν θάνατον.