Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-15
Not analysed yet
Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγεῖται τὴν πολλὴν τῶν ὑδάτων φορὰν, καὶ ὅτι ἐφ' ἑκάστης αὔξησιν ἐλάμβανεν ἡ πλημμύρα τῶν ὑδάτων. Ἐπεκράτει γὰρ τὸ ὕδωρ, φησὶ, σφόδρα σφοδρῶς, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλὰ, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Δεκαπέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπέκλυζεν ἅπαντα τὰ ὄρη. Εἰκότως ᾠκονόμησεν ὁ φιλάνθρωπος Δεσπότης κλεισθῆναι τὴν κιβωτὸν, ὥστε μὴ ὁρᾷν τὸν δίκαιον τὰ γινόμενα. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον ἐτῶν ἀριθμὸν, καὶ μετὰ τοσαύτας γενεὰς ἀκούοντες μόνον τῆς Γραφῆς τὴν διήγησιν συστελλόμεθα, καὶ ἐν ἀμηχανίᾳ γινόμεθα, τί εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον παθεῖν, εἴ γε τοῖς ὀφθαλμοῖς ἑώρα τὴν ἄβυσσον ἐκείνην τὴν ἀφόρητον; Πῶς γὰρ ἂν ἠδυνήθη κἂν πρὸς βραχὺ ἀντισχεῖν; οὐχὶ δὲ εὐθέως ἐκ πρώτης ὄψεως ἂν ἐξέστη τῆς ψυχῆς ἀποστάσης, καὶ μηκέτι δυνηθείσης ἐνεγκεῖν τῶν τοσούτων δεινῶν τὴν θέαν; Ἐννόει γάρ μοι, ἀγαπητὲ, πῶς νῦν μικρᾶς ἐπομβρίας γενομένης ἐναγώνιοι γινόμεθα, περὶ τοῦ παντὸς δεδοίκαμεν, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς ἀπαγορεύομεν. Τί τοίνυν εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον τότε παθεῖν πρὸς τοσοῦτον ὕψος ὁρῶντα τὰ ὕδατα κορυφούμενα; Ἐπάνω γὰρ, φησὶ, τῶν ὀρέων δεκαπέντε πήχεις ὑψώθη τὸ ὕδωρ. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῶν παρὰ τοῦ Δεσπότου ῥηθέντων, ὅτε ἔλεγεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ πάλιν· Ἐφθάρη ἡ γῆ, καὶ ἐπλήσθη ἡ γῆ τῆς ἀδικίας· καὶ, Εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Ἐπεὶ τοίνυν ὁλοκλήρου καθαρσίου ἐδεῖτο ἡ οἰκουμένη, καὶ ἐχρῆν αὐτὴν ἅπαντα τὸν ῥύπον ἀποκαθάρασθαι, καὶ τὴν ζύμην ἅπασαν τῆς προλαβούσης πονηρίας ἀναιρεθῆναι, καὶ μηδὲ ἴχνος τῆς κακίας ἀπολειφθῆναι, ἀλλ' ὥσπερ ἀναστοιχείωσίν τινα γενέσθαι, καθάπερ τεχνίτης ἄριστος, ἐπειδὰν λάβῃ σκεῦος ὑπὸ τοῦ χρόνου παλαιωθὲν καὶ καταδαπανηθὲν, ὡς εἰπεῖν, ὑπὸ τοῦ ἰοῦ, καὶ εἰς τὸ πῦρ ἐμβαλὼν, καὶ παρασκευάσας πάντα τὸν ἰὸν ἀποθέσθαι, μεταπλάττει καὶ μετασκευάζει, καὶ εἰς τὴν ἀρχαίαν εὐμορφίαν ἐπανάγει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος ἅπασαν τὴν οἰκουμένην διὰ τοῦ τότε κατακλυσμοῦ καθάρας, καὶ ὡς εἰπεῖν, ἐλευθερώσας τῆς κακίας τῶν ἀνθρώπων, καὶ τοῦ μολυσμοῦ, καὶ τῆς φθορᾶς τῆς πολλῆς, λαμπροτέραν αὐτὴν ἀπειργάσατο, ἄνωθεν ἡμῖν δείξας αὐτῆς φαιδρὸν τὸ πρόσωπον, καὶ οὐ συγχωρήσας οὐδὲ ἴχνος τῆς προτέρας ἀμορφίας καταλειφθῆναι. Ὑψώθη, φησὶν, ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις τὸ ὕδωρ. Οὐχ ἁπλῶς ἡμῖν ταῦτα διηγεῖται ἡ Γραφὴ, ἀλλ' ἵνα μάθωμεν, ὅτι οὐ μόνον ἄνθρωποι, καὶ κτήνη, καὶ τετράποδα, καὶ ἑρπετὰ ὑποβρύχια γέγονεν, ἀλλὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὅσα ἐν τοῖς ὄρεσι διῃτᾶτο, θηρία λέγω καὶ ἕτερα ἄλογα ζῶα. Διὰ τοῦτό φησι, Καὶ ὑψώθη ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις, ἵνα μάθῃς ὅτι τὰ τῆς ἀποφάσεως τοῦ Δεσπότου εἰς ἔργον ἐξῆλθεν· ἔλεγε γὰρ, ὅτι Ἔτι ἑπτὰ ἡμέραι, καὶ ἐπάγω κατακλυσμὸν ἐπὶ τὴν γῆν, καὶ ἐξαλείψω ἅπασαν τὴν ἐξανάστασιν, ἢν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ. Οὐχ ἵνα τοίνυν ἁπλῶς τὴν εἰς ὕψος τῶν ὑδάτων κορυφὴν ἡμᾶς διδάξῃ, ἡ θεία Γραφὴ ταῦτα διηγεῖται, ἀλλ' ἵνα μετὰ τούτου συνιδεῖν δυνηθῶμεν, ὅτι οὐδὲν ὅλως, οὐ τῶν ἀλόγων, οὐ τῶν θηρίων, οὐ τῶν κτηνῶν ὑπελείφθη, ἀλλὰ πάντα ἐξηλείφθη μετὰ τοῦ τῶν ἀνθρώπων γένους. Ἐπειδὴ δι' αὐτὸν ἅπαντα ταῦτα παρήχθη, τούτου μέλλοντος ἀφανίζεσθαι, εἰκότως καὶ ταῦτα συναπολαύει τῆς ἀπωλείας. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς εἰς ὅσον ὕψος ἐκορυφώθη τῶν ὑδάτων ἡ φύσις, καὶ ὅτι ὑπερανέβη τὰς κορυφὰς τῶν ὁρέων ἑτέρους δέκα πέντε πήχεις, τὴν ἑαυτῆς ἀκρίβειαν μιμουμένη πάλιν φησί· Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς, καὶ πετεινῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Οὐχ ἁπλῶς ᾐνίξατο λέγουσα, Καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἀλλ' ἵνα σε διδάξῃ, ὅτι πάντες μὲν ἀπολώλασιν, ὁ δὲ δίκαιος μόνος μετὰ τῶν ἐν τῇ κιβωτῷ πάντων διεσώθη. Ἐκεῖνοι γὰρ προλαβόντες, κατὰ τὴν τοῦ Θεοῦ διαταγὴν καταλιπόντες τὴν ξηρὰν, τὴν κιβωτὸν κατέλαβον. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνων, καὶ ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὴν πανωλεθρίαν διδάσκει τὴν γεγενημένην, καὶ ὅτι οὐδὲν τῶν ὄντων διέφυγεν, ἀλλὰ πάντες ὑπὸ τῶν ὑδάτων ἀπεπνίγησαν, καὶ τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸ τῶν ἀλόγων. Καὶ κατελείφθη, φησὶ, μόνος Νῶε, καὶ οἱ μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Ἐπὶ τοσαύτας, φησὶν, ἡμέρας ἔμεινε κορυφούμενον τὸ ὕδωρ. Ἐννόει μοι πάλιν ἐνταῦθα τοῦ δικαίου τὴν μεγαλοψυχίαν καὶ τῆς ἀνδρείας τὴν ὑπερβολήν. Τί οὐκ ἂν ἔπαθεν ὑπογράφων τῇ διανοίᾳ καὶ ὁρῶν, ὡς εἰπεῖν, τῷ λογισμῷ τὰ σώματα τὰ ἀνθρώπινα, καὶ τὰ τῶν κτηνῶν, τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων, τὸν κοινὸν θάνατον ὑπομείναντα, καὶ ὁμοῦ πεφυρμένα, καὶ οὐδεμίαν διαφορὰν γενομένην; Καὶ μετὰ τούτου πάλιν, ἐπειδὰν τὸ καθ' ἑαυτὸν ἀναλογιζόμενος, τὴν μόνωσιν, τὴν ἐρημίαν, τὴν διαγωγὴν ἐκείνην τὴν ὀδυνηρὰν, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν, οὐκ ἀπὸ συντυχίας, οὐκ ἀπὸ θέας, ἀλλ' οὐδὲ τὸν χρόνον εἰδὼς ἀκριβῶς, πόσον ἤμελλεν ἀνέχεσθαι τῆς ἐν τῷ δεσμωτηρίῳ ἐκείνῳ διαγωγῆς; Ἕως γὰρ ὁ κτύπος τῶν ὑδάτων καὶ ὁ πάταγος ἦν, καθ' ἑκάστην ἡμέραν ἀκμάζοντα αὐτῷ τὸ φόβον ἐνειργάζετο. Τί γὰρ ἦν εἰκὸς αὐτὸν χρηστὸν ὑποπτεῦσαι, ὁρῶντα ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τῆς ταυτότητος τὰ ὕδατα μένοντα, καὶ εἰς ὕψος ἐγειρόμενα, καὶ οὐδὲ τὸ τυχὸν λήγοντα; Ἀλλ' ὅμως ἔφερε γενναίως, εἰδὼς τοῦ Δεσπότου τὸ εὐμήχανον, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως ἅπαντα ποιεῖ καὶ μετασκευάζει πρὸς ὃ βούλεται, καὶ οὐκ ἐδυσχέραινε πρὸς τὴν ἐκεῖσε διαγωγήν. Ἡ γὰρ τοῦ Θεοῦ ῥοπὴ συνεφαπτομένη ἐνεύρου αὐτοῦ τὴν προθυμίαν, καὶ ἀρκοῦσαν παρεῖχε παραμυθίαν, οὐκ ἀφιεῖσα καταπεσεῖν τοὺς λογισμοὺς, καὶ οὐδὲ ἀγεννές τι καὶ ἄνανδρον λογίσασθαι. Ἐπειδὴ γὰρ προλαβὼν τὰ παρ' ἑαυτοῦ παρέσχε, τῆς ἀρετῆς τὴν ἀκρίβειαν, τῆς δικαιοσύνης τὴν ἐπίτασιν, τῆς πίστεως τὴν ὑπερβολὴν, καὶ τὰ παρὰ τοῦ Δεσπότου λοιπὸν αὐτῷ μετὰ δαψιλείας ἐχορηγεῖτο, ἡ ὑπομονὴ, ἡ ἀνδρεία, τὸ πράως ἅπαντα φέρειν, τὸ ἀνασχέσθαι τῆς οἰκήσεως τῆς ἐν τῇ κιβωτῷ, τὸ μηδεμίαν λύμην ἐκεῖθεν δέξασθαι, τὸ μὴ διαφθαρῆναι, μηδὲ δυσχερᾶναι τὴν μετὰ τῶν ἀλόγων διαγωγήν.