Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-19
Not analysed yet
Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ περιφερόμενον. Πολλῶν γὰρ ἔστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διὸ, παρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τούτου λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θεία χάρις παρασχῇ διὰ τὴν ὑμετέραν ὠφέλειαν. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διά τινα λόγον ἐγκεκρυμμένον. Βουλόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημμεληθὲν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένῃ εὐλογίᾳ λυμήνασθαι· Εὐλόγησε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ. Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυχόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναὶ, ἀλλὰ καὶ τοῦτο μὲν, φησὶ, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χὰμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν; Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴσθησιν ἐλάμβανεν. Ἴστε γὰρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βαρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἢ ἑαυτοὺς ὑπευθύνους γεγονότας. Ἐγένετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δεξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμβάνει, ἀλλ' ὅμως εἰκὸς ἦν δι' οἰκεῖα πλημμελήματα διδόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ' ἢ ἄρα ἵνα καὶ δι' αὐτοῦ ἐκεῖνος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ' ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, πολλαχοῦ ἔστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρημένον· ὥσπερ ὅταν λέγωσι· Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι· καί· Ἡ ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ καὶ ἀποθανεῖται· καὶ πάλιν, Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπὸν, τολμάτω μέμφεσθαι τοῖς ἐγγεγραμμένοις, ἀλλ' εὐγνώμονι διανοίᾳ δεχέσθω τὰ λεγόμενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελφὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρχὴν ἐλάμβανε λοιπόν. Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλακεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖσθαι τῶν διακονουμένων, ἀλλ' ἕκαστος αὐτὸς ἑαυτῷ διηκονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἐκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δεδομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾖ διδάσκαλος καὶ νουθεσία τῷ τῶν ἀνθρώπων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγγινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐχ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ' ἢ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν.