Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-22
Not analysed yet
Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκριβεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κεφαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπεδείξατο. Τίνα οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστήσει; τίς γὰρ ἂν κατ' ἀξίαν ταύτην ἐπαινέσειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν ταύτην ἐπεδείξατο μακροθυμίαν, ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην παιδευθῶσιν, ὅσης εὐνοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπότου. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα εἰσῆλθεν Ἄβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραὼ, καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. Ὅρα πῶς ἅπερ προλαβὼν ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εἰςῆλθεν εἰς Αἴγυπτον, Ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· οὐχ ἁπλῶς καλὴ, ἀλλὰ μεθ' ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας. Καὶ ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ, ἐπῄνεσαν αὐτὴν ἔμπροσθεν Φαραώ. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρὸς, ἀλλ' εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιήκασι. Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ' εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ διαδοθῇ[ναι] τὸ γεγονός. Καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ. Εὐθέως ἀφῃρέθη τῆς γυναικὸς ὁ δίκαιος, καὶ εἰσάγεται πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέσθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύναμιν πᾶσι ποιεῖ κατάδηλον. Καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; πῶς ἐκορυφοῦντο τὰ κύματα; πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ' ἔμενε καθάπερ πέτρα τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τί δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχὴν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εἰσαγομένης; Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι' αὐτὴν, ὡς ἀδελφῷ δηλονότι. Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτὰ, ἃ τρυφῆς ἕνεκεν καὶ θεραπείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμπρα τὸν λογισμὸν, ἐννοοῦντι τῶν δώρων τὴν ὑπόθεσιν; Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; εἶδες πῶς ἀπέγνωστο τὰ πράγματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Καὶ ἤτασε, φησὶν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Τί ἐστιν, Ἤτασε; Δίκην, φησὶν, ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηρᾶς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ' Ἐτασμοῖς μεγάλοις. Ἐπειδὴ καὶ τὸ τόλμημα οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. Καὶ τὸν οἶκον αὐτοῦ, φησίν· οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οἱ τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ' ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους. Καὶ ποῦ, φασὶ, τοῦτο δίκαιον, δι' ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; οὐ δι' ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμενον, ἀλλ' εἰκὸς ἦν καὶ αὐτοὺς συμπρᾶξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ. Ἤκουσας γὰρ ἀνωτέρω τῆς Γραφῆς λεγούσης, ὅτι Ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Εἶδες αὐτοὺς προαγωγῶν ἔργον πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ δικαίου γυναῖκα. Διά τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμετέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, ἀλλ' εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσαύτης παρ' αὐτοῦ φροντίδος ἀξιούμενον. Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλμης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε.