Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΜΑʹ Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-27
Not analysed yet
Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαι, φησί. Καὶ οὐδὲ οὕτως ἠρέμει ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. Καὶ λαβὼν βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς. Αὐτὸς δι' ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ' ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον. Ὢ φιλοξενίας μέγεθος, ὢ ταπεινοφροσύνης ὑπερβολὴ, ὢ φιλοθέου γνώμης ἐπίτασις. παρειστήκει ὁ ἑκατονταέτης οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώτερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχύν τινα προσλαβεῖν. Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἐῤῥωμένη ᾖ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοίνυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύτην ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν παραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχάριον, ἀλλ' ἐκεῖνο λογίζου, μεθ' ὅσης τιμῆς, μεθ' ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοὶ, κἂν ποιήσωσί ποτέ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θεραπείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥῖψαι τὰ συλλεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τι ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἢ λαμβάνων, οὐκ οἶδεν ὃ διαπράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν. Ἀλλ' ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὅπερ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προθυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δαψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ' ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατέλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδείχθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπὸν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύπτει ἑαυτὸν ὁ παραγεγονὼς, καὶ κατὰ μικρὸν ὑποδείκνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχών ἐστιν ὁ παραγεγονὼς, εἴ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο. Ὁ δέ φησιν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Καὶ ἐπεὶ ἔμελλε λοιπὸν, ὡς Θεὸς, ὑπισχνεῖσθαι αὐτῷ τὰ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προσηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. Ἐπαναστρέφων γὰρ, φησὶν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου· Ἰδοὺ τῆς φιλοξενίας οἱ καρποὶ, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτεταμένης ὁ μισθὸς, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δὲ, φησὶν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ' ἑαυτὴν, λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ ἵνα ἀπολογήσηται ἡ θεία Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ δὲ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέραις αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά φησιν· Ἐξέλιπε δὲ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. Ἐξηραμμένη ἦν, φησὶν, ἡ πηγὴ, τετύφλωτο ὁ ὀφθαλμὸς, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπηρωμένον. Δι' ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ' ἑαυτὴν ἐλογίζετο τήν τε ἑαυτῆς ἡλικίαν, τό τε γῆρας τοῦ πατριάρχου. Ἀλλ' ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα. Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλογίζετο. Μὴ ἀδυνατεῖ, φησὶ, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησὶν, ὅτι τῆς φύσεως ὢν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆσαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησὶν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ' ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ἐπειδὰν, φησὶν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ' ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς κινηθέντα ἔλαθε τὸν παρόντα, Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα. Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησὶν, Ἐφοβήθη γάρ. Ἀλλ' ὁ πατριάρχης φησὶ πρὸς αὐτὴν, Οὐχὶ, ἀλλὰ ἐγέλασας. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἐν διανοίᾳ ταῦτα ἐβουλεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονὸς, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθὰ, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης.