# In Genesim (homiliae 1-67) 6.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΔʹ Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/6.1-30

Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, καὶ διὰ τῆς τοῦ γένους διαδοχῆς τὴν μνήμην αὐτοῖς ἐβούλοντο διατηρεῖσθαι, τοσαύτην σπουδὴν τοῦ δικαίου αἱ θυγατέρες ἐποιήσαντο· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν τὰ τῆς εὐσεβείας ἐπιδέδωκε, καὶ κατὰ τὸν μακάριον Παῦλον, Παράγει λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, τὴν διὰ τῆς τῶν ἀγαθῶν πράξεως ἔργων μνήμην ἑαυτοῖς καταλιμπάνωμεν, ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ἡ τῆς ἀρίστης ἡμῶν πολιτείας ἀκρίβεια ὑπόμνησις καὶ διδασκαλία γένηται τοῖς εἰς ἡμᾶς ὁρῶσιν. Οἱ γὰρ ἐνάρετοι, καὶ τὸν σώφρονα βίον μετιόντες, οὐκ ἐν τῇ ζωῇ ταύτῃ μόνον τυγχάνοντες τὰ μέγιστα τοὺς εἰς αὐτοὺς ὁρῶντας ὠφελεῖν δύνανται, ἀλλὰ καὶ μετὰ τὴν τοῦ βίου πάροδον. Καὶ ἵνα μάθῃς, ὅρα μοι πόσος ἐτῶν ἀριθμὸς παρῆλθε μέχρι τῆς σήμερον, καὶ ὁσάκις ἂν βουληθείημεν εἰς τὸν τῆς σωφροσύνης ζῆλόν τινας ἐνάγειν, τὸν Ἰωσὴφ εἰς μέσον ἄγοντες, τὸν εὐειδῆ, τὸν καλὸν, τὸν νέον, τὸν ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας τοσαύτην ἀνδρείαν περὶ τὴν σωφροσύνην ἐπιδειξάμενον, οὕτω πρὸς τὴν μίμησιν τοῦ δικαίου τοὺς ἀκούοντας διεγείρειν σπουδάζομεν. Τίς γὰρ ἂν, εἰπέ μοι, κατ' ἀξίαν θαυμάσειε τὸν μακάριον τοῦτον, ὅτι ἐν δουλείᾳ τυγχάνων, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ὅτε καὶ μάλιστα ἡ κάμινος ἐπὶ πλέον ἐξάπτεται τῶν ἐπιθυμιῶν, ὁρῶν τὴν αὐτοῦ δέσποιναν ἐπιπηδῶσαν αὐτῷ καὶ ἐπιμαινομένην, τοσαύτην ἐπεδείξατο τὴν ἀνδρείαν, καὶ οὕτω πρὸς τοὺς τῆς σωφροσύνης ἀγῶνας ἀπεδύσατο, ὡς τῆς ἀκολάστου γυναικὸς ἐκείνης γυμνὸς μὲν τῶν ἱματίων ἀποπηδῆσαι, τὸ δὲ τῆς σωφροσύνης ἔνδυμα περιβαλέσθαι; Καὶ ἦν ἰδεῖν πρᾶγμα καινὸν καὶ παράδοξον, ἀρνίον ταῖς τοῦ λύκου χερσὶν ἐμπεσὸν, μᾶλλον δὲ τῆς λεαίνης, καὶ διασωθῆναι δυνηθὲν, καὶ καθάπερ περιστερὰν τοῦ ἱέρακος διαφυγοῦσαν τὴν βλάβην, οὕτω τὸν δίκαιον τῶν ἐκείνης διαρπαγέντα χειρῶν. Οὐχ οὕτω θαυμαστὸν εἶναί μοι δοκεῖ τὸ τοὺς τρεῖς παῖδας ἐκείνους ἐν μέσῃ τῇ καμίνῳ τῇ Βαβυλωνίᾳ ἐκείνῃ τοῦ πυρὸς ἀνωτέρους γενέσθαι, καὶ μηδὲν πλέον τὰ σώματα αὐτῶν παθεῖν, ὡς θαυμαστὸν καὶ παράδοξον, τὸν δίκαιον τοῦτον εἰς τὴν κάμινον ταύτην τὴν τῆς Βαβυλωνίας χαλεπωτέραν ἐμπεπτωκότα, τὴν ἀσέλγειαν λέγω τῆς Αἰγυπτίας, ἀνέπαφον διαμεῖναι, καὶ καθαρὸν τῆς σωφροσύνης τὸ ἔνδυμα διατηρήσαντα, οὕτως ἐξελθεῖν. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ἐπειδὴ γὰρ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκεν, εἶχε καὶ τὴν ἄνωθεν ῥοπὴν αὐτῷ συμπαροῦσαν, καὶ τὴν πυρὰν ἐκείνην κατασβεννύουσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ τὴν δρόσον τὴν παρὰ τοῦ Πνεύματος χαριζομένην. Εἴδετε πῶς οἱ ἐνάρετοι, καὶ ἐνταῦθα παρόντες, καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ὠφελείας ἡμῖν ὑπόθεσις γίνονται; Διὰ γὰρ τοῦτο τὸν δίκαιον τοῦτον εἰς μέσον νῦν παρηγάγομεν, ἵνα τούτῳ πάντες ἑπώμεθα. Τοῦτον οὖν ἅπαντες ζηλώσωμεν, καὶ ἀνώτεροι τῶν ἡδονῶν γενώμεθα, καὶ εἰδότες, Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, οὕτως ἑαυτοὺς καθοπλίζωμεν· καὶ ἐννοοῦντες ὅτι σῶμα περικείμενοι, πρὸς ἀσωμάτους δυνάμεις πυκτεύειν ἀναγκαζόμεθα, φραττώμεθα τοῖς ὅπλοις τοῦ Πνεύματος. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ σάρκα περικείμενοι πρὸς τὰς ἀοράτους δυνάμεις τὴν πάλην ἔχομεν, καὶ τὰ ὅπλα ἡμῶν ἀόρατα κατεσκεύασεν, ἵνα τῇ δυνάμει τῶν ὅπλων περιγινώμεθα τῆς φύσεως τῶν ἀντιπάλων. Θαῤῥοῦντες τοίνυν τῇ τῶν ὅπλων δυνάμει, τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ δυνησόμεθα τῇ παντευχίᾳ ταύτῃ τῇ πνευματικῇ φραττόμενοι αὐτὴν τοῦ διαβόλου συγκόψαι τὴν ὄψιν. Οὐδὲ γὰρ ἐνεγκεῖν δύναται τὴν ἐντεῦθεν ἀστραπὴν, ἀλλὰ κἂν ἐπιχειρήσῃ στῆναι ἐξ ἐναντίας, εὐθέως ἀποτυφλοῦται τὰς ὄψεις. Ἔνθα γὰρ ἂν ᾖ σωφροσύνη, καὶ σεμνότης, καὶ πολλὴ τῶν ἄλλων ἀρετῶν ἡ σύνοδος, ἐκεῖ καὶ ἡ τοῦ Πνεύματος χάρις μετὰ δαψιλείας ἐφίπταται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν. Ἐκκαθάρωμεν τοίνυν ἑαυτῶν, παρακαλῶ, τὸ συνειδὸς, καὶ ἀποσμήξωμεν ἡμῶν τὸν λογισμὸν, ἵνα πάσης ῥυπαρᾶς ἐννοίας ἀπηλλαγμένοι, τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ τῶν τοῦ διαβόλου περιγενώμεθα μηχανημάτων, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαῦσαι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
