# In Genesim (homiliae 1-67) 6.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΝΖʹ Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/6.1-32

Πολλὴ τῆς Ῥαχὴλ ἡ σύνεσις, δι' ἧς τὸν Λάβαν παρακρούσασθαι ἴσχυσεν. Ἀκουέτωσαν οἱ ἔτι τῇ πλάνῃ προστετηκότες, καὶ τῶν εἰδώλων τὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι. Ἔθηκεν αὐτοὺς, φησὶν, ὑπὸ τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς. Τί τούτων καταγελαστότερον; Οἱ λόγῳ τετιμημένοι, καὶ τοσαύτης ἀξιωθέντες προεδρίας παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, λίθους ἀναισθήτους θεραπεύειν καταδέχονται, καὶ οὐκ ἐγκαλύπτονται, οὐδὲ λαμβάνουσιν ἔννοιάν τινα τῆς τοσαύτης ἀτοπίας, ἀλλὰ καθάπερ βοσκήματα, οὕτω τῇ συνηθείᾳ ἀπάγονται; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. Καὶ καλῶς εἶπε, Τὰ ἄφωνα. Οἱ φωνὴν ἔχοντες, καὶ ἀκοῆς καὶ λόγου μετέχοντες, πρὸς τὰ μηδεμίαν αἴσθησιν ἔχοντα, ὡς ἄλογα ἀπάγεσθε. Καὶ ποίας ἂν οἱ τοιοῦτοι συγγνώμης τύχοιεν; Ἀλλ' ἴδωμεν ὅπως ὁ δίκαιος λοιπὸν θαῤῥήσας ἔκ τε τῶν παρὰ τοῦ Λάβαν ὁμολογηθέντων, καὶ ἐξ ὧν οὐδεμίαν εὔλογον αἰτίαν εὗρε τῆς κατ' αὐτοῦ μέμψεως, τί φησιν; Ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν, καὶ εἶπεν. Ὅρα πῶς καὶ διὰ τῆς μάχης τῆς οἰκείας ψυχῆς ἐκκαλύπτει τὴν ἀρετήν. Τί τὸ ἀδίκημά μου, φησίν; ἢ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου; Τίνος ἕνεκεν, φησὶ, μετὰ τοσαύτης ὁρμῆς κατεδίωξάς με; ποῖον ἀδίκημα ἐγκαλεῖν ἔχων; ποῖον ἁμάρτημα; Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τοσαύτην ὕβριν ἡμῖν ἐπήγαγες, ὥστε καὶ ἐρευνῆσαι πάντα τὰ ἐν τῷ οἴκῳ μου. Τί εὗρες ἀπὸ πάντων σκευῶν τοῦ οἴκου σου; Θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. Τοσαύτην, φησὶν, ἔρευναν ποιησάμενος, ἆρα ἠδυνήθης τι εὑρεῖν τῶν μὴ προσηκόντων μοι; ἢ τῶν σοι διαφερόντων; Εἰ εὗρες, ἐν τῷ μέσῳ παράγαγε, ἵνα οἱ συνόντες μοι καὶ οἱ μετὰ σοῦ παραγενόμενοι τὴν διάκρισιν ποιήσωνται. Ἐπειδὴ εἶδεν ἀνεύθυνον ἑαυτὸν ἐν ἅπασι γεγενημένον, πολλὴν λοιπὸν παῤῥησίαν προσλαβὼν ἀπαριθμεῖται τὴν εὔνοιαν, ἢν περὶ αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐπεδείξατο, καί φησι· Ταῦτά μοι εἴκοσιν ἔτη. Μετὰ τὸν κάματον τῶν τοσούτων ἐτῶν τούτων, ἤμην ἄξιος ταύτης τῆς ὕβρεως; Ταῦτά μοι εἴκοσιν ἔτη. Σήμερον εἴκοσιν ἐτῶν ἀριθμὸν ἔχω ἐν τῷ οἴκῳ τῷ σῷ. Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ, κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός. Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ἐπελάθου, φησὶ, τῶν καμάτων τῶν ἐμῶν, ὧν ἐπεδειξάμην ποιμαίνων τὰ πρόβατά σου καὶ τὰς αἶγας; Μὴ ἔχεις ἐγκαλέσαι ὅτι ποτὲ τὰ πρόβατα, ἢ αἱ αἶγες ἠτεκνώθησαν; Ὅρα πόσην δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν γεγενημένην εἰς τὸν οἶκον τοῦ Λάβαν διὰ τὴν αὐτοῦ παρουσίαν. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ἄνω ἔλεγεν· Εὐλογησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. Τοῦτο γὰρ οὐδεὶς ἂν παρὰ ποιμένος ἀπαιτήσειεν. Οὐδὲ γὰρ τῆς ποιμαντικῆς τοῦτο ἔργον· φύσεως γάρ ἐστι. Διὰ τοῦτο πρὸ πάντων τοῦτο προτίθησι, καὶ πολλὴν δείκνυσι τὴν ἄνωθεν γεγενημένην πρόνοιαν περὶ τὰ ποίμνια. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Μὴ δύνασαι εἰπεῖν ὅτι ποτὲ κατέφαγον κριὸν ἐκ τῶν προβάτων σου, ὃ πολλοῖς τῶν ποιμένων ποιεῖν ἔθος; Θηριάλωτον οὐκ ἐνήνοχά σοι. Οὔτε αὐτὸς, φησὶ, ποτὲ κατέφαγον, οὔτε θηρίον ἴσχυσέ ποτε ἀφελέσθαι. Μὴ ἐνήνοχά σοι θηριάλωτον; Ἢ οὐχὶ καθ' ἑκάστην ἡμέραν τοὺς τὰ ποίμνια ἐγχειριζομένους ὁρᾷς θηριάλωτα τοῖς δεσπόταις προσάγοντας; Ἀλλὰ σὺ οὐδὲν τοιοῦτον ἐγκαλέσαι δυνήσῃ, ἢ δεῖξαι γεγενημένον ἐν τοῖς εἴκοσιν ἔτεσι. Καὶ τί λέγω θηριάλωτον; Ἀλλ' οὐδὲ εἰ ἐκλάπη ποτὲ, οἷα συμβαίνειν εἰκὸς, εἰς τὴν σὴν γνῶσιν τοῦτο πεποίηκα, ἀλλ' ἐγὼ καὶ κλέμματα κλεπτόμενα ἀπετίννυον, τά τε ἐν ἡμέρᾳ, τά τε ἐν νυκτὶ γινόμενα. Καὶ διηνεκῶς καὶ τὸν τοῦ καύματος καύσωνα ἔφερον γενναίως, καὶ τὸν κρυμὸν τὸν ἀπὸ τῆς νυκτὸς, ὑπὲρ τοῦ ἀβλαβῆ σοι τὰ ποίμνια διασώσασθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ ὕπνος διὰ τὴν πολλὴν φροντίδα ἀφίστατο ἀπ' ἐμοῦ. Εἶδες ποιμένος ἀγρυπνίαν; εἶδες σπουδὴν ἐπιτεταμένην; Ποίαν ἂν ἔχοιεν ἀπολογίαν οἱ τὰ λογικὰ ποίμνια ἐγκεχειρισμένοι, καὶ πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι, καὶ καθ' ἑκάστην ἡμέραν, κατὰ τὸν προφήτην, τὰ μὲν κατασφάττοντες, τὰ δὲ ὁρῶντες θηριόβρωτα γινόμενα, τὰ δὲ ὑφ' ἑτέρων συλώμενα, καὶ οὐδεμίαν κηδεμονίαν αὐτῶν ποιεῖσθαι βουλόμενοι; καίτοι γε ἐνταῦθα ἐλάττων ὁ πόνος, καὶ εὔκολος ἡ ἐπιμέλεια. Ψυχὴ γάρ ἐστιν ἡ παιδευομένη· ἐκεῖ δὲ πολὺς καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ὁ πόνος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
