# In Genesim (homiliae 1-67) 6.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/6.1-33

Ὅρα πῶς, ὅπερ ἐδεδοίκει ὁ πατὴρ, τοῦτο αὐτοῖς συμβέβηκε· καὶ θόρυβον ὑπομένουσι καὶ ταραχὴν, οὐκ εἰδότες ὅ τι καὶ πράξωσιν. Ἐγγίσας δὲ, φησὶν, Ἰούδας εἶπεν. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἦν ὁ παρὰ τοῦ πατρὸς αὐτὸν δεξάμενος καὶ εἰπών· Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, ἔσομαι ἡμαρτηκὼς ἐναντίον σου πάσας τὰς ἡμέρας· διὰ τοῦτο πλησίον γεγονὼς διηγεῖται ἅπαντα μετὰ ἀκριβείας αὐτῷ, ἵνα εἰς συμπάθειαν αὐτὸν ἐφελκυσάμενος παρασκευάσῃ ἀφεῖναι τὸν παῖδα. Ἐγγίσας γὰρ αὐτῷ Ἰούδας εἶπε· Δέομαι, κύριε, λαλησάτω ὁ παῖς σου. Σκόπει πῶς δι' ὅλου ὡς δεσπότῃ δοῦλος διαλέγεται· καὶ μνημόνευέ μοι τῶν ὀνειράτων τῶν δραγμάτων, ἐξ ὧν καὶ μείζονα τὸν κατ' αὐτοῦ φθόνον ἠκόνησαν, καὶ ἐκπλήττου τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, ὅπως τοσούτων κωλυμάτων ἐν μέσῳ γενομένων εἰς ἔργον ἅπαντα ἐξῄει. Λαλησάτω, φησὶν, ὁ παῖς σου ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, κύριε. Σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· Εἰ ἔχετε πατέρα, ἢ ἀδελφόν; Καὶ εἴπαμεν τῷ κυρίῳ· Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν. Ἐννόει μοι ἐνταῦθα, τίς ἦν ταῦτα ἀκούων ὁ Ἰωσήφ. Αὐτὸς δὲ μόνος ὑπολέλειπται τῇ μητρὶ αὐτοῦ· ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησε. Τίνος ἕνεκεν καὶ ἐνταῦθα ψεύδεται οὕτω λέγων, ὅτι Ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καίτοι τοῖς ἐμπόροις αὐτὸν ἀπέδοντο; Ἀλλ' ἐπειδὴ οὕτω τὸν πατέρα διέθηκαν, ὡς ἀναιρεθέντος αὐτοῦ καὶ ὑπὸ θηρίων βρωθέντος, ἄλλως δὲ καὶ ἐνόμισαν οὐ φέροντα τὴν δουλείαν τὴν παρὰ τοῖς βαρβάροις ἤδη τεθνηκέναι· διὰ τοῦτό φησι· Καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν. Εἶπας δὲ τοῖς παισί σου· Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ. Καὶ εἶπας· Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν μεθ' ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου. Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου. Εἶπε δὲ ὁ πατὴρ ἡμῶν ἡμῖν· Βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰ βρώματα. Ἡμεῖς δὲ εἴπαμεν αὐτῷ· Οὐ δυνησόμεθα καταβῆναι, ἐὰν μὴ ὁ ἀδελφὸς ἡμῶν καταβῇ μεθ' ἡμῶν. Εἶπε δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν· Ὑμεῖς γινώσκετε, ὅτι δύο ἔτεκέ μοι ἡ γυνὴ, καὶ ἐξῆλθεν ὁ εἷς ἀπ' ἐμοῦ, καὶ εἴπατε ὅτι θηριό βρωτος γέγονε. Σκόπει πῶς διὰ τῆς ἀπολογίας τοῦ Ἰούδα πάντα μετὰ ἀκριβείας μανθάνει ὁ Ἰωσὴφ τὰ μετὰ τὴν αὐτοῦ πρᾶσιν ἐν τῇ οἰκίᾳ γεγονότα, καὶ ὅπως τὸν πατέρα διέθηκαν, καὶ τίνα περὶ αὐτοῦ εἰρήκασι. Νῦν οὖν, ἐὰν καὶ τοῦτον λάβητε, καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Οὕτω τοίνυν τοῦ πατρὸς ἡμῶν διακειμένου πρὸς τὸ παιδάριον, πῶς δυνησόμεθα ἰδεῖν αὐτοῦ τὸ πρόσωπον, τοῦ παιδαρίου μὴ ὄντος μεθ' ἡμῶν; Ἐκκρέμαται γὰρ αὐτοῦ ἡ ψυχὴ ἐκ τῆς τούτου ψυχῆς. Καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς ἡμῶν μετὰ λύπης εἰς ᾅδου. Ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδάριον παρὰ τοῦ πατρὸς, λέγων· Ἐὰν μὴ ἀγάγω αὐτὸ πρὸς σὲ, ἡμαρτηκὼς ἔσομαι ἐναντίον σου πάσας τὰς ἡμέρας. Ταύτας τὰς ὑποσχέσεις ἐποιησάμην πρὸς τὸν πατέρα ὑπὲρ τοῦ καὶ τὸν παῖδα δυνηθῆναι ἀγαγεῖν, καὶ πληρῶσαι τά σοι δόξαντα, καὶ δεῖξαι ὡς ἀληθῶς εἰρήκαμεν, καὶ οὐδὲν ψεῦδος τῶν παρ' ἡμῶν λεχθέντων. Νῦν οὖν παραμενῶ παῖς ἀντὶ τοῦ παιδὸς, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδάριον, ἀναβήτω μετὰ τῶν ἀδελφῶν. Πῶς γὰρ ἀναβήσομεν πρὸς τὸν πατέρα, τοῦ παιδαρίου μὴ ὄντος μεθ' ἡμῶν; Ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου. Συνέχεε ταῦτα τὸν Ἰωσὴφ, καὶ ἱκανὴν αὐτῷ παρέσχεν ἀπόδειξιν καὶ τῆς εἰς τὸν πατέρα τιμῆς, καὶ τῆς περὶ τὸν ἀδελφὸν φιλοστοργίας. Καὶ οὐκέτι ἠδύνατο φέρειν, οὐδὲ ἀνέχεσθαι τῶν παρεστηκότων αὐτῷ, ἀλλὰ πάντας ἀπωσάμενος, καὶ μόνος μεταξὺ αὐτῶν ἀπολειφθεὶς, ἀφεὶς φωνὴν μετὰ κλαυθμοῦ ἀναγνωρίζεται τοῖς ἀδελφοῖς. Καὶ τοῦτο γνωστὸν ἐγένετο ἐν πάσῃ τῇ βασιλείᾳ, καὶ εἰς τὸν οἶκον Φαραώ. Καί φησι πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ. Ἔτι ὁ πατήρ μου ζῇ; Θαυμάσαι μοι ἔπεισιν ἐνταῦθα καὶ τοῦ μακαρίου τούτου τὴν τοσαύτην εὐτονίαν, καὶ ὅτι ἤνεγκε μέχρι τούτου σχηματίσασθαι, καὶ μὴ γνωρίσαι τὰ καθ' ἑαυτὸν, κἀκείνους μάλιστα ἐκπλαγῆναι, ὅπως ἠδυνήθησαν στῆναι καὶ διᾶραι λοιπὸν τὸ στόμα, πῶς οὐκ ἀπέπτη ἀπ' αὐτῶν ἡ ψυχὴ, πῶς οὐκ ἐξέστη αὐτῶν ἡ διάνοια, πῶς οὐ κατέδυσαν εἰς τὴν γῆν. Οὐκ ἠδύναντο, φησὶν, οἱ ἀδελφοὶ αὐτοῦ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἰκότως· ἐννοοῦντες τίνα μὲν αὐτὸν αὐτοὶ διέθηκαν, οἷος δὲ αὐτὸς περὶ αὐτοὺς γέγονε, καὶ λογιζόμενοι τὴν περιφάνειαν ἐν ᾗ καθειστήκει, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς σωτηρίας ἠγωνίων. Διὰ τοῦτο βουλόμενος αὐτοὺς παραθαῤῥῦναι, φησίν· Ἐγγίσατε πρός με. Μὴ μακρύνητε ἑαυτούς· μὴ νομίζετε, φησὶν, οἰκείᾳ γνώμῃ τὰ κατ' ἐμὲ ὑμᾶς πεπρᾶχθαι. Οὐ τοσοῦτον τῆς ὑμετέρας ἐγένετο περὶ ἐμὲ πονηρίας, ὅσον τῆς τοῦ Θεοῦ σοφίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας, ἵνα ἐνταῦθα παραγενόμενος, νῦν ἐν καιρῷ καὶ ὑμῖν τὰ πρὸς διατροφὴν χορηγῆσαι δυνηθῶ, καὶ πάσῃ τῇ χώρᾳ. Καὶ εἶπε, φησὶν, Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. Νῦν οὖν μὴ λυπεῖσθε. Μὴ ὑμᾶς, φησὶ, τοῦτο ταραττέτω, μηδὲ σκληρὸν ὑμῖν λογισθῇ τὸ γεγενημένον. Θεοῦ γὰρ οἰκονομία τὰ γινόμενα. Εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὸν πέντε ἔτη, ἐν οἷς οὐκ ἔσται ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ' ὁ Θεός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
