# In Genesim (homiliae 1-67) 6.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ Ιϛʹ Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/6.1-7

Τίς ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμένος; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν εἰδέναι, ποία μὲν βοτάνη πρὸς τροφὴν ἐπιτηδεία, ποία δὲ ὀλεθρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τί μὲν καλὸν, τί δὲ πονηρόν; Ἀλλ' ἰδοὺ, φησὶ, ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ' ἐὰν τὰ ἰδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομασίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο ἀλλ' ἐπειδὴ περὶ αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αἰσχύνη. διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομασίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τὰ πράγματα. Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεία Γραφὴ, ἐπειδὴ περὶ αὐτὸ ἦν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτὸν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρᾶς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν καὶ θαυμαστόν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμὴν, ἀλλὰ βραχύ τι μέρος λαμβάνειν βούλεται, ὥστε καὶ αὐτῷ τὰ τῆς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς εἰδέναι, ὡς οὐ τῆς κτήσεως δεσπότης ἐστὶν, ἀλλὰ χάριτι καὶ φιλοτιμίᾳ τῆς χρήσεως ἀπολαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, καὶ πάντων τῶν ἐν αὐτῷ παρεσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, καὶ πλέον τι τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, εἰ παραβαίη, ἵνα εἰδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστὶ, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ δεσπότου φιλοτιμίαν. Ἀλλ' ἐπειδὴ πολλῇ τῇ ἀπροσεξίᾳ χρησάμενος, ἅμα τῇ γυναικὶ εἰς τὸν ὄλισθον τοῦτον κατέπεσεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην εἰπεῖν, Εἶπεν ὁ Θεὸς, Οὐ φάγεσθε ἀπ' αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, εἰ παραβῶσι τὴν ἐντολὴν), ἀλλ' ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αἰσθητῆς γυμνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὸ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτὸ, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς. Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν; Ἔγνωτε τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αἰσχύνης πλήρεις γεγόνασι λοιπὸν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· Ἔῤῥαψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ὅρα ἀφ' οἵας δόξης εἰς οἵαν εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εἰς πολλὴν ἡμᾶς αἰσχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαιρεῖται τὴν παῤῥησίαν. Ἀλλ' ἵνα μὴ δι' ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλαβούσης τὸν ἄνθρωπον, φέρε, εἰ δοκεῖ, ἀπὸ τοῦ ξύλου τούτου ἐφ' ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εἰσήγαγε τὰ κακὰ, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εἰσήγαγε τὰ κακὰ, ἀλλ' ἡ προαίρεσις ἡ ῥᾴθυμος καὶ ἡ καταφρόνησις, ἣν περὶ τὴν ἐντολὴν ἐπεδείξατο. Ἐκεῖνο τὸ ξύλον θάνατον ἐπεισήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλθεν· ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παραδείσου ἐξέβαλε, τοῦτο εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖνο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥᾳθυμίαν, καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπιγινομένην τῇ σαρκὶ, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας. Τούτοις οὖν καὶ ἡμεῖς κατακολουθοῦντες, ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπανισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως διαπλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εἰς τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
