# In Genesim (homiliae 1-67) 6.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/6.1-9

Καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, καὶ ἴδῃς ἄφατον μέγεθος φιλανθρωπίας, σκόπει ἐκ τῶν νῦν γινομένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, καὶ τῆς ἀνεξικακίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶδεν ἀμέτρως αὐτὸν λυπηθέντα, καὶ, ὡς εἰπεῖν, μέλλοντα καταβαπτίζεσθαι ὑπὸ τῶν τῆς λύπης κυμάτων, οὐ περιορᾷ, ἀλλ' ἣν ἐπεδείξατο φιλανθρωπίαν περὶ τὸν τούτου πατέρα, ἀφορμὰς αὐτῷ διδοὺς ἀπολογίας, καὶ παῤῥησίας αὐτῷ θύραν ἀνοίγων καὶ λέγων, Ποῦ εἶ; μετὰ τὸ χαλεπὸν ἐκεῖνο παράπτωμα, τὴν αὐτὴν καὶ νῦν ἐπιδείκνυται περὶ τὸν οὕτως ἀγνώμονα γεγονότα, καὶ ὡσανεὶ μέλλοντα κατὰ κρημνῶν φέρεσθαι, χεῖρα ὀρέγων, καὶ πρόφασιν παρασχεῖν βουλόμενος τοῦ διορθώσασθαι τὸ πλημμέλημα, φησὶ πρὸς αὐτόν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Σκόπει μοι, ἀγαπητὲ, συγκατάβασιν κηδεμονίας ἄφατον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν πολιορκούμενον, ὡς εἰπεῖν, ὑπὸ τοῦ τῆς βασκανίας πάθους, ὅρα πῶς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος κατάλληλα αὐτῷ τὰ φάρμακα ἐπιτίθησιν, ὥστε ταχέως αὐτὸν ἀνιμήσασθαι, καὶ μὴ ὑποβρύχιον γενέσθαι. Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Τίνος ἕνεκεν, φησὶ, τοσαύτῃ λύπῃ κατεσχέθης, ὡς καὶ διὰ τοῦ προσώπου δεικνύναι τῆς ἀθυμίας τὸ μέγεθος; Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; διὰ τί οὕτω σου ἥψατο τὸ γεγενημένον; τίνος ἕνεκεν οὐκ ἀφ' ἑαυτοῦ συνεῖδες τὸ δέον; Μὴ γὰρ ἀνθρώπῳ προσέφερες παραλογισθῆναι δυναμένῳ; οὐκ ᾔδεις ὅτι οὐχὶ τῶν προσαγομένων ἐδεόμην, ἀλλὰ τῆς τῶν προσαγόντων ὑγιοῦς γνώμης; Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Τὸ μὲν γὰρ εἰς ἔννοιαν ἐλθεῖν τοῦ προσενεγκεῖν ἐπαινετὸν, τὸ δὲ μὴ ὀρθῶς διελεῖν, τοῦτο τὴν ἀποβολὴν εἰργάσατο τοῦ προσενεχθέντος. Ἔδει γὰρ Θεῷ προσάγοντα πολλὴν ἐπιδείξασθαι περὶ τὴν διαίρεσιν τὴν ἀκρίβειαν, καὶ ὅσον ἐστὶ τὸ μέσον τοῦ δεχομένου καὶ τοῦ προσάγοντος, τοσαύτην ποιήσασθαι καὶ ἐν τῇ διαιρέσει τὴν διαφοράν. Ἀλλὰ τούτων οὐδὲν ἐννοήσας σὺ ἁπλῶς τὰ τυχόντα προσήγαγες. Διὰ τοῦτο οὐδὲ δεκτὰ γενέσθαι ἠδυνήθη. Ὥσπερ γὰρ ἡ σὴ γνώμη, μεθ' ἧς τὴν προσαγωγὴν ἐποιήσω, οὐδὲν τὸ μέσον λογισάμενος, ἀποβληθῆναι ἐποίησε τὴν παρὰ σοῦ προσενεχθεῖσαν θυσίαν· οὕτως ἡ τοῦ ἀδελφοῦ γνώμη ὀρθή τε τυγχάνουσα, καὶ πολλὴν ἐπιδειξαμένη ἐν τῇ διαιρέσει τὴν ἀκρίβειαν, εὐπρόσδεκτα αὐτοῦ τὰ δῶρα πεποίηκεν. Ὅμως οὐδὲ οὕτω δίκην ἀπαιτῶ τοῦ πλημμελήματος, ἀλλὰ δείκνυμι μόνον τὸ ἁμαρτηθὲν, καὶ συμβουλὴν εἰσάγω σοι, ἣν εἰ βουληθείης δέξασθαι, καὶ τὸ ἁμαρτηθὲν διορθώσῃ, καὶ χείροσιν οὐ περιβαλεῖς σαυτὸν κακοῖς. Τί οὖν; Ἥμαρτες, καὶ μέγα ἥμαρτες, ἀλλ' οὐ κολάζω διὰ τὸ ἁμαρτηθέν· φιλάνθρωπος γάρ εἰμι, καὶ Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν ἥμαρτες, Ἡσύχασον, γαλήνην ἔργασαί σου τοῖς λογισμοῖς, καὶ ἀπαλλάγηθι τῆς τῶν κυμάτων σφοδρότητος, τῶν πολιορκούντων σου τὴν διάνοιαν, κατάστειλον τὴν ταραχὴν, μὴ τῷ προλαβόντι ἁμαρτήματι ἕτερον χαλεπώτερον προσθῇς, μηδὲ βουλεύσῃ μηδὲν τῶν ἀνηκέστων. Μὴ αἰχμάλωτον σαυτὸν ἐκδῷς τῷ πονηρῷ δαίμονι. Ἥμαρτες, ἡσύχασον. ᾜδει καὶ ἐκ προοιμίων τὴν μέλλουσαν ἐπιχείρησιν κατὰ τοῦ ἀδελφοῦ γίνεσθαι, καὶ διὰ τούτων αὐτὴν προαναστέλλει τῶν ῥημάτων. Ἐπειδὴ γὰρ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει τῆς καρδίας αὐτοῦ τὰ κινήματα, τῇ πολλῇ παραινέσει καὶ τῇ τῶν ῥημάτων συγκαταβάσει κατάλληλον αὐτῷ τὴν ἰατρείαν εἰσφέρει, τὰ παρ' ἑαυτοῦ ἅπαντα πληρῶν, εἰ καὶ οὗτος τὸ φάρμακον ἀπωσάμενος εἰς τὸ τῆς ἀδελφοκτονίας βάραθρον ἑαυτὸν κατεκρήμνισεν. Ἥμαρτες, ἡσύχασον. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἀπεστράφην σου τὴν θυσίαν διὰ τὴν οὐκ ὀρθὴν γνώμην, καὶ εἰ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδεξάμην διὰ τὴν ὑγιῆ προαίρεσιν, ὅτι τῶν πρωτείων σε ἀποστερῶ, καὶ τῆς ἀξίας τῶν πρωτοτόκων ἐκβάλλω. Ἡσύχασον· εἰ γὰρ καὶ τῆς παρ' ἐμοῦ τιμῆς ἠξίωται, καὶ εὐπρόσδεκτα αὐτοῦ γέγονε τὰ δῶρα, ἀλλὰ Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὥστε καὶ μετὰ τὴν ἁμαρτίαν ταύτην ἔχειν σε συγχωρῶ τὰ προτερήματα τῆς πρωτοτοκίας, κἀκεῖνον ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι κελεύω, καὶ ὑπὸ τὴν ἀρχὴν τὴν σήν. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς αὐτοῦ βούλεται τὸν θυμὸν καὶ τὴν μανίαν καταστεῖλαι, καὶ τὴν ὁρμὴν ἐκκόψαι διὰ τῶν ῥημάτων τούτων. Τὰ γὰρ κινήματα τῆς διανοίας αὐτοῦ κατοπτεύων, καὶ τῆς φονικῆς αὐτοῦ γνώμης ἐπιστάμενος τὸ ἀπηνὲς, ἤδη προλεᾶναι αὐτοῦ βούλεται τὸν λογισμὸν, καὶ γαλήνην ἐργάσασθαι αὐτοῦ τῇ διανοίᾳ, ὑποτάττων αὐτῷ τὸν ἀδελφὸν, καὶ τὴν ἐξουσίαν αὐτοῦ μὴ ὑποτεμνόμενος. Ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην ἐπιμέλειαν καὶ μετὰ τοσαῦτα τὰ φάρμακα οὐδὲν πλέον ὁ Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορὰ, καὶ κακίας ὑπερβολή.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
