# In Genesim (homiliae 1-67) 7.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΒʹ Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-10

Διὰ τοῦτο λοιπὸν ὅρα αὐτὸν, μεθ' ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεὺς, ὁ τύραννος τῷ ξένῳ, τῷ καθάπερ ἀλήτῃ περιιόντι, οὗ καὶ τὴν γυναῖκα ἀφελέσθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι Ἤτασε τὸν Φαραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα τοῦ Φαραὼ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. Καλέσας δὲ, φησὶ, Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασιλεὺς προΐεται. Τί τοῦτο ἐποίησάς μοι; φησίν. Ἐγώ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν παραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τί ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα· καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐδένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τά σοι δόξαντα. Τί οὖν ἐποίησά σοι; Μεγάλα μοι, φησὶν, ἐποίησας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, Τί ἐποίησάς μοι; τὸν Θεόν μοι, φησὶν, ἐξεπολέμωσας, παρ' αὐτοῦ ὀργήν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν με κατέστησας, δίκην παρεσκεύασάς με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σὲ τολμηθέντων. Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνή σου ἐστί; Καὶ ἵνα τί εἶπας, ὅτι Ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα. Ἐγὼ, φησὶν, ὡς ἀδελφήν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνή ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τί οὖν ἐποίησάς μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστὶ, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, μέλλων ἐξαμαρτεῖν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμὸν, ὡς καὶ ἀπολογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι εἰ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν καταστήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον, καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν. Ἀλλ' οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονὴν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θεραπείαν ἐπιδείξασθαι. ᾜδει γὰρ λοιπὸν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. Νῦν, φησὶν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφή σού ἐστιν, ἀλλὰ γυνή σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμετέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικός σου· ἀλλ' Ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν αὐτὴν ἀπότρεχε. Ποία διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; ἢ ποία γλῶττα ἐξειπεῖν ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαινομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξῄει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον διατηρήσασα. Τοιαῦτα γὰρ, καθάπερ ἔφθην εἰπὼν, ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα. Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τὰ πράγματα, τότε αὐτὸς δείκνυσιν αὑτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύναμιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ προβάτων περιστοιχιζόμενον, οὕτως ἀσινῆ ἐκ τοῦ λάκκου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀνδριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον καὶ τὸ νῦν γεγονὸς, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου, τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξῄει σώα. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις πόρον διδοὺς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε. Μὴ νομίσῃς, φησὶν, ἠδικῆσθαί σε παρ' ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ' ἰδοὺ νῦν ἔγνωμεν, οἷον ἔχεις προστάτην· καὶ ἡ ἀγανάκτησις ἡ καθ' ἡμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ τῶν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὖν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι' ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ Δεσπότην ἐξευμενιζόμενοι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
