# In Genesim (homiliae 1-67) 7.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-11

Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλῶ, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυτοῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν· ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ' ὑμῶν γινομένοις καθάπερ θεμέλιόν τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετὴ, ὅταν ἔχῃ ταύτην συνεζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θεμέλιον καταβαλὼν δυνήσεται πρὸς ὅσον βούλεται ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγὲς, αὕτη πύργος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομὴν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φορᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν καταπεσεῖν, ἀλλ' ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, καὶ καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἐφέλκεται· δι' ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γὰρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, μεγάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φιλόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινόμενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Καταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης, ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βεβαίας ἀπολαύσωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν· μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκείνων τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώματος ἐπικειμένης, οὕτω τῆς τῶν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμὸν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ' αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βέβαια ἀγαθὰ τὸν πόθον ἔχοντα. τούτων τῶν ἐπικήρων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, καὶ μαραινομένων ἐπιθυμίαν τινὰ λαβεῖν. Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γράφων, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρωπίνων ἐν σχήματι μόνον ἐστὶ, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς, οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μέγα φρονεῖν, καὶ τούτοις προστετηκέναι τοῖς μικρὸν ὕστερον παρερχομένοις; Παράγει γὰρ, φησὶ, τὸ σχῆμα τοῦ κόσμου τούτου. Ὅταν ἀκούσῃς ὅτι Παράγει, τί λοιπὸν πλέον ζητεῖς; ὅταν ἀκούσῃς ὅτι σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, καὶ οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βέβαια, τὰ μεταβολὴν οὐκ ἐπιδεχόμενα;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
