# In Genesim (homiliae 1-67) 7.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΑʹ Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-13

Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀντίδοσιν μόνον, ἀλλ' ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστὸν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκείναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἀκουσόμεθα παρ' αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Τί τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ' ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησὶν, ἐπίδειξαι, κἂν εὐτελὴς ᾖ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπότης ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαρὰν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγε· Κρεῖσσον λόγος, ἢ δόσις. Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας· ἀλλ' ἂν μὲν δυνηθῶμεν παραμυθεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ' ὡς τὰ μέγιστα κερδαίνοντες· εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ; Μὴ γὰρ ἀναγκάζει; μὴ γὰρ βιάζεται; Ἀξιοῖ, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τί λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ' ἑκάστην ἡμέραν δαψιλῆ τράπεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερβαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδιδόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομιζόμενοι; Ἀλλ' ὢ τῆς πολλῆς ῥᾳθυμίας. Οἷα γὰρ ἀπ' αὐτῆς ζημιούμεθα; καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καὶ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀποπεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολὴν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
