# In Genesim (homiliae 1-67) 7.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΜΒʹ Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-14

Ταύτην πάντες μιμείσθωσαν καὶ ἄνδρες καὶ γυναῖκες. Ἐγὼ μὲν γὰρ ἐβουλόμην εἰς τὸν τοῦ προφήτου ζῆλον ὑμᾶς ἐναγαγεῖν, καὶ τῆς ἀρετῆς τὴν μίμησιν· ἀλλ' ἐπειδὴ τοῦτο ὑπέρογκον ὑμῖν δοκεῖ εἶναι, καίτοι κἀκεῖνος ἄνθρωπος ἦν, καὶ σάρκα περιέκειτο καθὼς καὶ ἡμεῖς, καὶ τῆς αὐτῆς ἡμῖν μετεῖχε φύσεως· ἀλλ' ἐπειδὴ τὰ παρ' ἑαυτοῦ μετὰ δαψιλείας εἰσήνεγκε, καὶ τὴν ἀρετὴν εἵλετο, ἠξιώθη καὶ τῆς ἄνωθεν χάριτος· ἀλλὰ τέως κἂν τὴν γυναῖκα ταύτην μιμησώμεθα, καὶ τότε κατὰ μικρὸν ἥξομεν καὶ ἐπὶ τὴν τοῦ προφήτου μίμησιν. Μιμησώμεθα τοίνυν τὴν ταύτης φιλοξενίαν, καὶ μηδεὶς λοιπὸν πενίαν προβαλλέσθω. Οἶος γὰρ ἂν ᾖ πένης, οὐκ ἂν εἴη ταύτης πενέστερος, ἣ πρὸς μίαν ἡμέραν μόνον ἐκέκτητο τροφὴν, καὶ οὐδὲ οὕτως ὀκνηροτέρα γέγονε περὶ τὴν τοῦ δικαίου αἴτησιν, ἀλλὰ πολλῇ τῇ προθυμίᾳ χρησαμένη ταχεῖαν τὴν ἀμοιβὴν ἐκομίσατο. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ. Ἀντὶ μικρῶν ἔθος αὐτῷ μεγάλα δωρεῖσθαι. Τί γὰρ, εἰπέ μοι, τοσοῦτον εἰσήνεγκεν, ὅσον ἐκομίσατο; Ἀλλ' ὁ Δεσπότης ὁ ἡμέτερος οὐ τῇ ποσότητι προσέχειν εἴωθεν, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης, καὶ ἀπὸ ταύτης καὶ τὰ μικρὰ μεγάλα γίνεται, καὶ τὰ μεγάλα πολλάκις ἐξευτελίζεται, ὅταν μὴ ἱλαρᾷ τῇ προθυμίᾳ ἐπιτελῆται τὰ γινόμενα. Διὰ τοῦτο καὶ ἡ χήρα ἐκείνη ἡ ἐν τῷ Εὐαγγελίῳ, πολλῶν πολλὰ βαλόντων ἐν τῷ γαζοφυλακίῳ, δύο λεπτὰ βαλοῦσα πάντας ὑπερηκόντισεν, οὐκ ἐπειδὴ πλείονα τῶν ἄλλων ἔβαλεν, ἀλλ' ὅτι δαψιλῆ τὴν γνώμην ἐπεδείξατο. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐκ τοῦ περισσεύοντος αὐτοῖς τοῦτο ἐποίουν· αὕτη δὲ ἅπαντα ἅπερ ἐκέκτητο ἔβαλεν. Ὅλον γὰρ τὸν βίον αὐτῆς ἔβαλε. Κἂν τὰς γυναῖκας μιμησώμεθα οἱ ἄνδρες, καὶ μὴ ἐλάττους αὐτῶν ὀφθῶμεν, ἀλλὰ σπουδάσωμεν μὴ μόνον πρὸς τὴν οἰκείαν ἀπόλαυσιν πᾶσαν τὴν οὐσίαν καταναλίσκειν, ἀλλὰ καὶ τῶν δεομένων πολλὴν ποιεῖσθαι πρόνοιαν, καὶ μετὰ προθυμίας καὶ φαιδρότητος τοῦτο ποιεῖν. Καὶ γὰρ ὁ γεωργὸς εἰς τὴν γῆν καταβάλλων τὰ σπέρματα, οὐ μετὰ στυγνότητος τοῦτο ἐργάζεται, ἀλλὰ χαίρων καὶ γεγηθὼς, καὶ ἤδη τῇ προσδοκίᾳ τὰ δράγματα βλέπειν νομίζων, οὕτως εἰς τὴν γῆν ἀφίησι τὰ σπέρματα. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, μὴ πρὸς τὸν λαμβάνοντα ὅρα μόνον, μηδὲ πρὸς τὴν δαπάνην τὴν γινομένην, ἀλλ' ἐννόει ὅτι οὗτος μέν ἐστιν ὁ ὁρώμενος, ὁ παρὰ σοῦ δεχόμενος, ἕτερος δὲ ὁ τὰ εἰς ἐκεῖνον γινόμενα οἰκειούμενος, καὶ οὐχ ὁ τυχὼν, ἀλλ' ὁ τῶν ὅλων Δεσπότης, ὁ τῶν ἁπάντων Κύριος, ὁ οὐρανοῦ καὶ γῆς ποιητής· καὶ ὅτι ἡ δαπάνη αὕτη πρόσοδος γίνεται, καὶ οὐ μόνον οὐκ ἐλαττοῖ σου τὴν οὐσίαν, ἀλλὰ καὶ πλεονάζει μᾶλλον, ἐὰν σὺ μετὰ πίστεως τοῦτο ἐργάζῃ καὶ ἱλαρᾶς τῆς προθυμίας. Εἴπω τὸ κεφάλαιον τῶν ἀγαθῶν· μετὰ τῆς προσόδου τῆς ἀπὸ τῆς δαπάνης ταύτης γινομένης καὶ ἁμαρτημάτων συγχωρήσεώς σοι πρόξενος γίνεται, οὗ τί ἂν γένοιτο ἴσον; Εἰ τοίνυν βουλοίμεθα εἰδέναι πλουτεῖν τὸν ἀληθῆ πλοῦτον, καὶ μετὰ τοῦ πλούτου καὶ τῶν ἁμαρτημάτων τὴν συγχώρησιν εὕρασθαι, ἐκχέωμεν τὰ ὄντα εἰς τὰς τῶν δεομένων χεῖρας, προαποστείλωμεν αὐτὰ εἰς τὸν οὐρανὸν, ἔνθα οὐδὲ κλέπτης, οὐδὲ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ οἰκέτου κακουργία, οὐκ ἄλλο οὐδὲν λυμήνασθαι δυνήσεται τὸν πλοῦτον τὸν ἡμέτερον. Τὸ γὰρ χωρίον ἐκεῖνο πάσης τοιαύτης βλάβης ἀνώτερον. Μόνον μὴ μετὰ κενοδοξίας τοῦτο ποιῶμεν, ἀλλὰ κατὰ τοὺς ὑπ' αὐτοῦ δεδομένους νόμους, ὥστε μὴ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καρπώσασθαι, ἀλλὰ τὸν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομείνωμεν, καὶ τοῦ κέρδους ἀποστερηθῶμεν. Ὥσπερ γὰρ πάσαις ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτός ἐστιν ὁ πλοῦτος ὁ ἐκεῖ μετατιθέμενος διὰ τῆς τῶν πενήτων χειρὸς, οὕτω κενοδοξίᾳ μόνῃ ἀναλίσκεται· καὶ ὅπερ ἐστὶν ἐνταῦθα ὁ σὴς καὶ ὁ σκώληξ πρὸς τὴν τῆς ἐσθῆτος διαφθορὰν, τοῦτο κενοδοξία γίνεται πρὸς τὸν ἀπὸ τῆς ἐλεημοσύνης συλλεγόμενον πλοῦτον. Δι' ὃ, παρακαλῶ, μὴ μόνον ποιῶμεν τὴν ἐλεημοσύνην, ἀλλὰ καὶ μετὰ ἀσφαλείας ταύτην ἐργαζώμεθα, ἵνα ἀντὶ μικρῶν μεγάλα καρπωσώμεθα ἀγαθὰ, καὶ ἀντὶ τῶν ἐπικήρων τὰ ἄφθαρτα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, καὶ μετὰ τούτων ἁπάντων καὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων τυχεῖν δυνηθῶμεν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
