# In Genesim (homiliae 1-67) 7.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-16

Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον παραμυθεῖται αὐτοὺς, λέγων μὴ αὐτοῖς αὐτὸν ἐπιγράφειν τὴν αἰτίαν, καὶ τὴν εἰς Αἴγυπτον αὐτοῦ κάθοδον, ἀλλὰ τὸν Θεὸν τοῦτο πεποιηκέναι, ὥστε εἰς ταύτην αὐτὸν ἐλθεῖν τὴν περιφάνειαν. Ὁ Θεὸς, φησὶν, ἀπέστειλέ με, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς Αἰγύπτου. Ἐκείνη, φησὶν, ἡ δουλεία ταύτην μοι τὴν ἀρχὴν προεξένησεν, ἐκείνη ἡ πρᾶσις εἰς ταύτην με τὴν περιφάνειαν ἤγαγεν, ἐκείνη ἡ θλίψις ταύτης μοι τῆς εὐδοκιμήσεως ὑπόθεσις γέγονεν, ἐκεῖνος ὁ φθόνος ταύτην μοι τὴν δόξαν ἔτεκε. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ οὕτω τοὺς κακῶς ἡμᾶς διατιθέντας παραμυθώμεθα, ἀλλοτριοῦντες ἀπ' αὐτῶν τὰ καθ' ἡμῶν γινόμενα, καὶ μετὰ πολλῆς εὐγνωμοσύνης ἅπαντα φέροντες, καθάπερ ὁ θαυμάσιος οὗτος. Ἐπεὶ οὖν, φησὶν, ἐπείσθητε παρ' ἐμοῦ, ὅτι οὐχ ὑμῖν ἐπιγράφω τὰ εἰς ἐμὲ παρ' ὑμῶν γεγενημένα, ἀλλ' ὑμᾶς μὲν ἀπαλλάττω τῶν ἐγκλημάτων, τῷ δὲ Θεῷ τὸ πᾶν λογίζομαι, τῷ ἐκεῖνα πάντα οἰκονομήσαντι, ἵνα μοι τὸ τῆς παρούσης δόξης προσγένηται· Σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου. Κατάβηθι οὖν πρός με, καὶ μὴ ἀναμείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ, καὶ ἔσῃ ἐγγύς μου σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, καὶ τὰ πρόβατα, καὶ οἱ βόες, καὶ ὅσα σοί ἐστι, καὶ ἐκθρέψω σε (ἔτι γὰρ πέντε ἔτη λιμὸς), ἵνα μὴ ἐκτριβῇς σὺ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε αὐτόν. Ταῦτα ἅπαντα διαλεχθεὶς, καὶ ἀρκούντως αὐτοὺς παραμυθησάμενος, καὶ ἐντειλάμενος εἰπεῖν τὰ παρ' αὐτοῦ τῷ πατρὶ, καὶ ταχέως αὐτὸν ἐπαναγαγεῖν, Ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον τοῦ Βενιαμὶν ἔκλαυσεν (ἐκεῖνος γὰρ ἦν αὐτῷ ὁμομήτριος), κἀκεῖνος πάλιν ἔκλαυσεν ἐπ' αὐτῷ· καὶ κατεφίλησε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔκλαυσεν ἐπ' αὐτοῖς. Καὶ τότε μετὰ τὴν τοσαύτην διάλεξιν καὶ τὰ δάκρυα καὶ τὴν συμβουλὴν, ἣν πρὸς αὐτοὺς ἐποιήσατο, μόλις ἠδυνήθησαν λαλῆσαι πρὸς αὐτόν. Μετὰ ταῦτα γὰρ, φησὶν, ἐλάλησαν πρὸς αὐτόν. Ταῦτα δὲ διεβοήθη εἰς τὸν οἶκον Φαραὼ, καὶ ἐχάρη, καὶ πάντες οἱ ἐν τῷ οἴκῳ. Ἐχαροποίησε, φησὶ, πάντας ὁ ἀναγνωρισμὸς τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς τῷ Ἰωσήφ· Εἰπὸν τοῖς ἀδελφοῖς σου· Τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν σίτου, καὶ ἀπέλθετε. Καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν ἥκατε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου· σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοὺς ἀμάξας τοῖς παιδίοις καὶ ταῖς γυναιξίν. Ὅρα καὶ τὸν βασιλέα, πῶς ἤδη φροντίζει περὶ τῆς τοῦ Ἰακὼβ ἐπανόδου. Καὶ ἀναλαβόντες, φησὶ, τὸν πατέρα ὑμῶν παραγίνεσθε, καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. Πάντα γὰρ τὰ ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ. Ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰς ἐντολὰς τοῦ βασιλέως· καὶ πᾶσι μὲν ἔδωκε δισσὰς στολὰς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς, καὶ πέντε ἐξαλλασσούσας στολὰς, καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν ὁμοίως, καὶ δέκα ὄνους αἴροντας ἀπὸ τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἴ ροντας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς τὴν ὁδόν. Καὶ ταῦτα ἅπαντα δοὺς ἐξαπέστειλε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. Ὅρα γνώμην φιλόσοφον. Οὐ μόνον αὐτὸς πᾶσαν αὐτοῖς ἀφῆκε τὴν ὀργὴν, καὶ τῶν ἐγκλημάτων αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ αὐτοῖς παραινεῖ, μὴ ὀργίζεσθαι κατὰ τὴν ὁδὸν, μηδὲ ὑπὲρ τῶν γεγενημένων ἀλλήλοις ἐγκαλεῖν. Εἰ γὰρ ἡνίκα εἱστήκεισαν πρώην ἐπὶ τοῦ Ἰωσὴφ, ἔλεγον πρὸς ἑαυτούς· Ναὶ, ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ Ἰωσὴφ, τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν αὐτοῦ τὴν θλίψιν· καὶ ἐπιστὰς ὁ Ῥουβὴν ἔλεγεν· Οὐκ εἶπον ὑμῖν· Μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; πολλῷ μᾶλλον εἰκὸς ἦν αὐτὸν κατεξανίστασθαι αὐτῶν. Καὶ διὰ τοῦτο καταστέλλων αὐτῶν τὸν θυμὸν, καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, φησί· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ· ἀλλ' ἐννοήσαντες ὅτι οὐδεμίαν ὑμῖν αἰτίαν ἐπήγαγον ὑπὲρ τῶν εἰς ἐμὲ γεγενημένων, καὶ αὐτοὶ πρὸς ἀλλήλους εὐνοϊκῶς διατέθητε. Τίς ἂν κατ' ἀξίαν τὴν ἀρετὴν τοῦ δικαίου τούτου θαυμάσειεν, ὃς τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν μετὰ πολλῆς τῆς δαψιλείας ἀπεπλήρωσε· καὶ ὅπερ ὁ Χριστὸς παραινεῖ λέγων τοῖς ἀποστόλοις· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, τοῦτο οὗτος καὶ πολλῷ πλέον ἐποίησεν; Οὐδὲ γὰρ μόνον τοσαύτην ἀγάπην ἐπεδείξατο περὶ τοὺς ἀνελόντας αὐτὸν, τό γε εἰς αὐτοὺς ἧκον, ἀλλὰ πάντα ποιεῖ, ὥστε διδάξαι αὐτοὺς, ὅτι οὐδὲ ἥμαρτόν τι εἰς αὐτόν. Ὢ φιλοσοφίας ὑπερβολή. ὢ εὐγνωμοσύνης ἐπίτασις, καὶ τῆς πρὸς Θεὸν ἀγάπης δαψίλεια. Μὴ γὰρ ὑμεῖς, φησὶν, εἰς ἐμὲ ταῦτα διεπράξασθε; Ἡ τοῦ Θεοῦ περὶ ἐμὲ κηδεμονία ταῦτα γενέσθαι συνεχώρησεν, ἵνα καὶ ἐμοὶ τῶν ὀνειράτων τὴν ἔκβασιν παράσχηται, καὶ ὑμῖν ἀρκοῦσα σωτηρίας ὑπόθεσις γένωμαι. Τὸ ἐν θλίψεσιν οὖν, ἢ πειρασμοῖς γενέσθαι, πολλῆς τῆς περὶ ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίας καὶ προνοίας ἐστὶ τεκμήριον. Μὴ τοίνυν ἐκ παντὸς τρόπου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν ἐπιζητῶμεν, ἀλλὰ καὶ ἐν ἀνέσει τυγχάνοντες, καὶ ἐν θλίψεσι γινόμενοι, ὁμοίως τὴν εὐχαριστίαν ἀναπέμπωμεν τῷ Δεσπότῃ, ἵνα τὴν εὐγνωμοσύνην θεασάμενος, δαψιλεστέραν τὴν περὶ ἡμᾶς ἐπιδείξηται κηδεμονίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
