Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1-4
Not analysed yet
Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ μεγάλη τῆς ἀπάτης ἡ ὑπερβολὴ, ἣν δι' αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ἐπειδὴ, φησὶ, τοιαύτῃ ὑπηρετήσω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγὼν, καὶ τὸ δηλητήριον αὐτοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ' ἐμοῦ δημιουργηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵα τιμωρία αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται, μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προτέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. Ὁ γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ. Ἀλλ' ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἦν αἰσθητὸν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῆς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπειδὴ, φησὶ, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐτόλμησας τῷ ὑπ' ἐμοῦ δημιουργηθέντι λογικῷ ζώῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφὴν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί σε, ἀλλὰ καὶ ἐχθρὰν ἄσπονδόν σοι καταστήσω τὴν γυναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχὺν, ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σὲ δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητὲ, διὰ τῆς κατὰ τοῦ θηρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδεμονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἢ οὐχὶ τοῦτο σημαίνει λέγων, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, εἰ δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγκατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμωρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅρα Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐγὼ μὲν ἠβουλήθην, φησὶν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωὴν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπληρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶμα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ' ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις καὶ στεναγμοῖς σε καταδικάζω. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὴν ὑπόθεσιν, φησὶ, τῆς πολλῆς εὐφροσύνης, καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν διὰ τῶν καθ' ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ' ἑκάστην τικτομένων, πόσον τῆς ἁμαρτίας ταύτης καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ' εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι αἴτιος γεγένηται. Διὰ τοῦτο Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττεται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη, καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζουσαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμὸν, καὶ τὰς ὀδύνας ἐκείνας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μόναι ἴσασιν αἱ διὰ τῆς πείρας ἐλθοῦσαι.