# In Genesim (homiliae 1-67) 7.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΕʹ Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-6

Τοῦτον οὖν, παρακαλῶ, τὸν δίκαιον καὶ ἡμεῖς μιμώμεθα, καὶ τὰ παρ' ἑαυτῶν σπουδάζωμεν εἰσφέρειν, ἵνα ἀξίους ἑαυτοὺς κατασκευάσωμεν τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν. Διὰ τοῦτο γὰρ ἀναμένει τὰς παρ' ἡμῶν ἀφορμὰς, ἵνα πολλὴν ἐπιδείξηται τὴν φιλοτιμίαν. Μὴ τοίνυν διὰ ῥᾳθυμίαν ἀποστερῶμεν ἑαυτοὺς τῶν παρ' αὐτοῦ δωρεῶν. ἀλλὰ σπεύδωμεν, καὶ ἐπειγώμεθα τῆς ἀρχῆς ἐπιλαβέσθαι, καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἅψασθαι, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ πρὸς τὸ τέλος φθάσαι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τέ τι χρηστὸν ἡμᾶς ποτε κατορθῶσαι μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντας. Καθάπερ οὖν εἰς ἄγκυραν ἀσφαλῆ καὶ βεβαίαν ἐξαρτήσαντες ἑαυτοὺς τῆς εἰς τὸν Θεὸν ἐλπίδος, οὕτως ὦμεν, καὶ μὴ πρὸς τὸν πόνον βλέπωμεν τῆς ἀρετῆς, ἀλλὰ τὴν μετὰ τὸν πόνον ἀμοιβὴν λογιζόμενοι κούφως ἅπαντα φέρωμεν. Ἐπεὶ καὶ ἔμπορος, ἐπειδὰν τὸν λιμένα ἐκβαίνῃ, καὶ τοῦ πελάγους ἐν μέσῳ γένηται, οὐ τοὺς πειρατὰς, καὶ τὰ ναυάγια, καὶ τὰ θηρία τὰ κατὰ θάλασσαν, καὶ τὰς τῶν ἀνέμων ἐμβολὰς, καὶ τοὺς ἐπαλλήλους χειμῶνας, καὶ ἀποτυχίας λογίζεται μόνον, ἀλλὰ καὶ τὰ μετὰ τὸ διαφυγεῖν ταῦτα προσγινόμενα κέρδη, καὶ τῇ ἐλπίδι τρεφόμενος ἅπαντα μετ' εὐκολίας καταδέχεται τὰ προλαβόντα μοχθηρὰ, ἵνα πλείονα περιβάληται χρήματα, καὶ οὕτως οἴκαδε ἐπανέλθῃ. Καὶ ὁ γηπόνος δὲ οὐ τοὺς κατὰ τὴν γεωργίαν μόχθους ἐννοεῖ μόνον, καὶ τὰς ἐπομβρίας, καὶ τῆς γῆς τὴν ἀποτυχίαν, καὶ τῆς ἐρυσίβης τὴν ἔφοδον, καὶ τῶν ἀκρίδων τὴν λύμην, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰ δράγματα ὑπογράφων τοῖς λογισμοῖς, ἅπαντα φέρει γενναίως, οὐδεμίαν τῶν πόνων αἴσθησιν λαμβάνων διὰ τὴν τῶν χρηστῶν προσδοκίαν, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης, ἀλλ' ὅμως ταῖς χρηστοτέραις ἐλπίσι τρεφόμενος, οὐκ ἀπαγορεύει πρὸς τοὺς πόνους, ἀλλὰ πάντα τὰ παρ' ἑαυτοῦ εἰσφέρει, ἀναμένων τῶν πόνων λαβεῖν τὰς ἀμοιβάς. Καὶ ὁ στρατιώτης δὲ πάλιν ὅπλα περιτίθεται, καὶ εἰς τὸν πόλεμον ἔξεισι, καὶ οὐκ ἐννοεῖ μόνον τὰ τραύματα καὶ τὰς σφαγὰς, καὶ τὰς τῶν πολεμίων ἐφόδους, καὶ τὰς ἄλλας ταλαιπωρίας, ἀλλὰ τὴν νίκην καὶ τὰ τρόπαια ἑαυτῷ ὑπογράφων, οὕτω τὴν τῶν ὅπλων παντευχίαν περιβάλλεται, καὶ ἀδηλίας πολλῆς οὔσης καὶ ἀποτυχίας, πάντα τοιοῦτον ἀπωσάμενος λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἑαυτῷ ὑπογράφων, πάντα ὄκνον ἀποτίθεται, καὶ λαβὼν τὰ ὅπλα πρὸς τὴν τῶν πολεμίων παράταξιν ὁρμᾷ. Εἰ τοίνυν, ἀγαπητοὶ, καὶ ἔμπορος, καὶ γηπόνος, καὶ στρατιώτης, ἔνθα καὶ ἄδηλος ἡ ἐλπὶς, καὶ ἀποτυχίαι πλείους, καὶ τὰ κωλύματα, καθάπερ ἠκούσατε, πολλὰ καὶ διάφορα, καὶ ὅμως οὐδεὶς τούτων ἀπαγορεύων πρὸς τοὺς πόνους ἀφίσταται τῆς χρηστοτέρας ἐλπίδος, ποίας ἂν ἡμεῖς συγγνώμης τύχοιμεν ἀποκνοῦντες πρὸς τὴν ἀρετὴν, καὶ οὐχὶ πάντα πόνον αὐτομάτως καταδεχόμενοι, οὕτως ἀσφαλοῦς οὔσης τῆς ἐλπίδος, καὶ τοσούτων ἀποκειμένων ἡμῖν τῶν ἀγαθῶν, καὶ μετὰ πολλῆς τῆς περιουσίας νικώσης τῆς ἀμοιβῆς πάντα τὰ παρ' ἡμῶν γινόμενα; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος μετὰ τοσαύτας καὶ τηλικαύτας θλίψεις, καὶ τὰς ἀπαγωγὰς, καὶ τὰ δεσμωτήρια, καὶ τοὺς θανάτους τοὺς καθημερινούς· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Κἂν καθ' ἑκάστην ἡμέραν, φησὶ, θανάτοις ἑαυτοὺς ἐκδῶμεν, ὅπερ ἡ φύσις οὐ δέχεται, εἰ καὶ ἡ γνώμη νικῶσα τὴν φύσιν διὰ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν στεφανοῦται, οὐδὲν ἄξιον ὑπομένομεν τῶν μελλόντων ἡμᾶς, φησὶ, διαδέχεσθαι τῶν ἀγαθῶν, καὶ τῆς δόξης τῆς μελλούσης ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὅρα πόσον τῆς δόξης τὸ μέγεθος ἧς ἀπολαύουσιν οἱ τὴν ἀρετὴν μεταδιώκοντες, ὡς νικᾷν αὐτὴν πάντα, ὅσαπερ ἄν τις ἐπιδείξασθαι δυνηθῇ· κἂν γὰρ εἰς αὐτὴν τὴν κορυφὴν φθάσῃ, καὶ οὕτω λείπεται. Τί γὰρ τοσοῦτον ἄνθρωπος ἐπιδείξασθαι δύναται, ὡς ἐπαξίως ἀθλῆσαι τῆς τοῦ Δεσπότου φιλοτιμίας; Εἰ δὲ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἔλεγεν, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὁ λέγων, Καθ' ἡμέραν ἀποθνήσκω, καὶ πάλιν, Περισσότερον πάντων ἐκοπίασα· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μηδὲ τὸν τυχόντα κάματον ὑπὲρ τῆς ἀρετῆς ἀναδέξασθαι βουλόμενοι, ἀλλ' ἀεὶ τὴν ἄνεσιν μεταδιώκοντες, καὶ τοῦτο περισκοποῦντες, ὅπως μηδεμίαν πεῖραν λάβωμεν τῶν λυπηρῶν, καὶ ταῦτα εἰδότες, ὅτι οὐχ οἷόν τε ἑτέρως τῆς ἐκεῖ τυχεῖν ἀνέσεως, μὴ πρότερον ἐνταῦθα τὸν διὰ τῆς ἀθλήσεως ποθήσαντας βίον; Αἱ γὰρ θλίψεις αὗται πρόξενοι γίνονται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ τὸ μικρὸν ἐνταῦθα κάμνειν πολλὴν ἡμῖν ἐκεῖ τὴν παῤῥησίαν χαρίζεται, μόνον ἐὰν βουλώμεθα κατὰ τὴν συμβολὴν τούτου τοῦ τῆς οἰκουμένης διδασκάλου πορεύεσθαι. Ἐννόει, ἀγαπητὲ, ὅτι κἂν λυπηρὰ ᾖ τὰ συμπίπτοντα, ἀλλὰ πρόσκαιρα· τὰ μέντοι ἐκεῖ διαδεξόμενα ἡμᾶς ἀγαθὰ, ἀθάνατα καὶ αἰώνια. Τὰ γὰρ βλεπόμενα, φησὶ, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ πρόσκαιρα, καὶ μὴ ἀποκάμωμεν πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν, καὶ ἀεὶ μενόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
