# In Genesim (homiliae 1-67) 7.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/7.1-8

Ἀλλ' ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβασιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι λοιπὸν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· καὶ ὁ Παῦλος γράφων Θεσσαλονικεῦσι, φησί· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομά ἐστιν· ἐκεῖνος γάρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν. Ὁρᾷς πῶς ἐπεισελθοῦσα ἡ ἀρετὴ, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. Καὶ ἔσται, φησὶ, Χαναὰν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐκ ἐχρήσω, φησὶν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἀπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑποταγῇ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καὶ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ οὐκ οἶσθα, φησὶ, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἢ κακῶς ἄρχειν. Διά τοι τοῦτο καὶ οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μάθῃς, ὅτι κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ' ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πεπραγμένων. Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὸς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ἀλλὰ γὰρ ἄξιον λοιπὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδῶ καὶ τὴν τιμὴν ἀπονείμαντες τῷ πατρί. Καὶ εἶπε, φησὶν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Τοῦτο, ἴσως ἄν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογῆσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε δαψιλεστέραν τὴν παρ' ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις, δι' οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεὸν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτὸν, εἰ δι' ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι' ἡμᾶς, πολλῆς ἡμᾶς ἀξιοῖ τῆς παρ' αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι' ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτασιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δοξάζεσθαι δι' ἡμῶν, οὐκ ἐπειδὴ αὐτός τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γάρ ἐστιν· ἀλλ' ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ εὐνοίας. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτῷ. Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, ἀλλ' ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι. Διὰ τοῦτο, φησὶ, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλειπτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Μεγίστη πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ. Οὐκ ἄν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν· καὶ διὰ μὲν τοῦ Σὴμ, τοὺς Ἰουδαίους· ἐξ ἐκείνου γὰρ ὁ πατριάρχης Ἀβραὰμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆσιν. Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμηνύουσαν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ. Τοῦτο ἐπὶ τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Πλατύναι, τὰ ἔθνη πάντα ᾐνίξατο· διὰ δὲ τοῦ εἰπεῖν, Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις παρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
