Ancient Greek
ΟΜΙΛΙΑ ΚΘʹ Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8.1-4
Not analysed yet
Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς ἀμοιβὰς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπιγεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμηταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δὲ φύγωμεν τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερβολήν. Καὶ ἔζησε, φησὶ, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε. Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν Γραφὴν, ἀλλ' ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκράτειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσοῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβωτοῦ ἔξοδον, παιδοποιίας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφὴ, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ' ἀπ' ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδικάζετο, ἵνα χαλινὸν ἔχῃ τῆς μοχθηρᾶς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεία Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· Χὰμ δὲ ἐγέννησε τὸν Χούς· καὶ πάλιν· Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου. Καί τινες μέν φασι τὸ Ἐναντίον Κυρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφὴν, ἀλλ' ὅτι ἰσχυρός τις ἦν καὶ ἀνδρεῖος. Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ' αὐτοῦ παραχθεὶς, ὑπ' αὐτοῦ δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἢ ὅτι ἤμελλεν ὁ Θεὸς δι' αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύσεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὕτη δὲ δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δέ ἐστι χαλεπωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην. Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πόλεις ᾠκοδόμει, ἵνα ἄρχῃ τῶν πολεμίων. Ἐκεῖθεν γὰρ, φησὶν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσοὺρ, καὶ ᾠκοδόμησε τὴν Νινευί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προγόνων. Οὗτοι γὰρ οἱ Νινευῖται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπόφασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον ἔσχον προπάτορα τὸν Χὰμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπειτα τὸν Νεβρὼδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγονον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλᾶκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ' ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπὴν, ὡς μέχρι τοῦ νῦν ᾄδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τι δύναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώμεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καὶ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ Χαναὰν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦλοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.