# In Genesim (homiliae 1-67) 8.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67), ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-homiliae-1-67/8.1-5

Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκουμένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάντων τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινὸν, οἵᾳ λέξει ἐχρήσατο εἰπών· Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περιφάνειαν, καὶ τὴν ἀρχὴν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα, ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησὶ, τὰ μὴ βλεπόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ' ἐκεῖνα ἅπερ τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ τίς ἂν, φησὶ, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα παρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτὴ, φησὶ, διδασκέτω ὑμᾶς τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μὲν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ· ἐκεῖνα δὲ, εἰ καὶ μὴ νῦν ὁρᾷν δυνάμεθα, ἀλλ' αἰώνια τυγχάνει, καὶ διηνεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, πάγια μένει καὶ ἀκίνητα. Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ' ἑκάστην ἡμέραν μάτην συμβουλεύων· ἀλλὰ τί πάθω; Πολλὴ τῆς κακίας ἡ λύμη, πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, πολλὴ ἡ σπάνις τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ τῆς παραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐναγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον. Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προθεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρὸς, πρὸς μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, συγχωρεῖς ὑπὸ τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι, δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθέμενος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ' αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῆς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ κατ' ἐκείνην τὴν ἡμέραν τὰς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς; Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἐῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν τῶν σητῶν γυμνητεύοντα τὸν Χριστὸν, καὶ ἐνδύωμεν τὸν δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόντα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἐνδῦσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην· Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Μὴ γὰρ φορτικά ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησὶ, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ τῆς ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἀπ' αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς. Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τοσαύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττὰ, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθεῖσθαι, ἀλλ' αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἢ δεόντως οἰκονομήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δὴ, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg112.local001/.
