Ancient Greek · ~30 min
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 9.1
Not analysed yet
Ἴδωμεν τοίνυν τί μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄνδρα φησὶ, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ' ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες. Ἐπειδὴ ἤκουσας, φησὶ, τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ' ἐκείνης συμβουλὴν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα; Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ' ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι' αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν. Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μὲν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δὲ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν μεταγαγὼν, οὐδεμιᾶς ἠξιώθη συγγνώμης, ποίαν ἄν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα; Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σὴν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοὶ κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ' οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει κεφαλῆς καθισταμένην. Δι' ὃ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ἀλλ' ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθαι, καὶ ἡ γυνὴ ἔναυλον ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρὶ, μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω, ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ δὲ Ἀδὰμ, φησὶν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες. Ἐπειδὴ, φησὶ, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ' ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα με διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ' εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνηθῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύτην ἀπόλαυσιν· διὰ τοῦτο Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γάρ φησιν, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς; ἐνταῦθα δὲ οὐχ οὕτως. Ἀλλὰ τί; Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαίνετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, Ἐπικατάρατος, φησὶν, ἡ γῆ ἐν τοῖς ἔργοις σου. Εἶτα ἵνα μάθῃς τί ἐστιν, Ἐπικατάρατος, ἐπήγαγεν, Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα ἑκάστην τιμωρίαν τῷ αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι' αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· Ἐν λύπαις, φησὶ, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Εἶτα ἀκριβέστερον διδάσκων τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπήγαγεν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησὶν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον καὶ τὴν ταλαιπωρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινός σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαῦτα ἀπατηθῆναι. Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ὅρα πῶς ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρακοὴν ἅπαντα αὐτῷ ἐπήχθη. Ἐγὼ μὲν γὰρ, φησὶ, παραγαγών σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἄδεια, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, καθάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυμίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορθοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδασκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῆς ζωῆς χρόνῳ παρεκταθήσεται. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισάμην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ' αὐτὸ τὸ σῶμα ἀπὸ γῆς ὂν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, Μὴ ἅψησθε τοῦ ξύλου, εἰπὼν, ὅτι ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ' ἐπειδὴ τὰ μὲν παρ' ἐμοῦ ἅπαντα γεγένηται, σὺ δὲ σαυτῷ ταῦτα προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται, ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησὶν, ὁ Θεός· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοὴν, καὶ τὸ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο δοκεῖ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς ἐγκειμένοις ἔχειν ζήτησίν τινα· εἰ δέ τις εὐγνωμόνως τὴν ἀκοὴν ὑπόσχοιτο, σαφές ἐστι τὸ εἰρημένον καὶ οὐδεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον. Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ' ὅμως ἀφ' ἧς ἤκουσαν τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἄν τις εἶπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιττομένη εἶπεν, ὅτι ᾟ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάντως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνηκώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνήκασιν. Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, συστείλωμεν ἐνταῦθα τὸν λόγον.