# In Genesim (sermo 3) [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermo 3) [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermo-3-sp/2.1

Ἀκούσωμεν οὖν ἐξ ἀρχῆς τῆς ἱστορίας ἣν ὁ θεόπτης Μωϋσῆς ταῖς μετέπειτα γενεαῖς ἐξηγήσατο, μᾶλλον δὲ ὁ Δεσπότης τοῦ Μωϋσέως, ὡς πατὴρ φιλόστοργος, ἡμῖν ἀπεκάλυψεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις· καὶ γὰρ τὴν διήγησιν ταύτην ἐν ἐπιτόμῳ βούλομαι διεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Εἶδες, ἀγαπητὲ, τὴν Γραφὴν, πῶς σαφεστέραν ἡμῖν τὴν λύσιν χαρίζεται; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὸ φῶς εἰς τὸν κόσμον, ἐγίνωσκε τὴν οὐσίαν αὐτοῦ ὅτι καλὸν ἦν· ἀλλὰ τὰς ἡμετέρας διανοίας ἐγείρων πρὸς τὴν τοῦ κατασκευαζομένου δύναμιν καὶ δυναστείαν. Εἰ μὴ γὰρ ἦν καλὸν, οὐκ ἂν αὐτὸ ἐποίησε, καὶ τὸ σκότος ἀπ' αὐτοῦ διεχώρισεν· εἰ μὴ ποθεινὸν ἦν, οὐκ ἂν ἐκάλεσεν αὐτὸ φῶς, καὶ τὸ σκότος νύκτα, ἵνα ἐν τῷ φωτὶ αὐτοῦ πορευώμεθα διαπαντὸς, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ ἀδολεσχῶμεν. Ἠδύνατο γὰρ ὁ Θεὸς ἑνὶ λόγῳ καὶ μιᾷ ῥοπῇ πάντα ἃ ἐποίησεν ἐν ταῖς ἓξ ἡμέραις ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστῆσαι. Ἀλλ' οὐκ ἔδωκε χώραν τοῖς μετέπειτα γινομένοις· Ἕλλησι λέγω καὶ τοῖς σοφοῖς, οἳ ἐμωράνθησαν ἐν τῇ σοφίᾳ αὐτῶν· τὸν γὰρ νόμον αὐτοῦ οὐκ ἐφύλαξαν, διὸ καὶ ἡ σοφία αὐτῶν εἰς ἀσυνεσίαν κατεγνώσθη. Τὰ γὰρ ἐν ἓξ ἡμέραις δημιουργηθέντα οὐκ ὤκνησαν οἱ τὴν κτίσιν μυθολογοῦντες εἰπεῖν αὐτομάτως γενέσθαι, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἥλιον καὶ σελήνην καὶ πάντα τὰ ὁρώμενα. Εἰ ἐν μιᾷ ὥρᾳ ταῦτα ἡ σοφία τοῦ Θεοῦ ἐποίησε, τίνα οὐκ ἂν πρόφασιν ἀναισχυντίας προβάλλεσθαι εἶχον; Ἀλλ' αὐτὸς ὡς προνοητὴς ἐκώλυσεν αὐτῶν τὰς ἀδίκους γλώσσας καὶ ἰοβόλους, τὰς κατὰ τοῦ ποιητοῦ ἐπαιρομένας, καὶ παρὰ τὸν κτίσαντα τῇ κτίσει λατρευσάσας. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὸν εἱρμὸν τῆς διηγήσεως ἐπὶ τὰ πρόσω φέροντες. Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Εἶδες ἔργον ἐκπλῆττον διανοίας βροτῶν, ὅτι ἄνευ στύλων καὶ ἄνευ μοχλῶν τὸ δημιούργημα τοῦτο συνέστηκε μέχρι συντελείας τοῦ αἰῶνος; Ὡς θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ τίς ἱκανὸς ἐξιχνιάσαι αὐτά; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Ταῦτα τῷ ῥήματι τοῦ προστάσσοντος ἄρδην παρίσταντο· οὐδὲν ὑπῆρχε τὸ κωλύον, οὐδὲν τὸ παρεμποδίζον. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς τὴν Γραφὴν διανοίγουσαν ἡμῶν τὰς διανοίας πρὸς τὰ τελειότατα; Ποῦ εἰσιν οἱ λέγοντες, Οὗτος ὁ καρπὸς πικρὸς, αὕτη ἡ βοτάνη δηλητήριον ἐπάγεται, τοῦτο τὸ ὄρνεον σαρκοβόρον τί ἡμῖν καλὸν προξενεῖ; Ἄλλο κράξαν θάνατον ἀπειλεῖ· ἕτερον φωνῆσαν χειμῶνα σημαίνει· ἄλλο πετᾶσαν συμφορὰν ἡμῖν παρεισάγει. Πολλῶν γὰρ ἤκουσα ταῦτα φιλονεικούντων καὶ ληρωδούντων. Οὐκ ἔστι τοῦτο παραγραφὴ Χριστιανῶν; Ἃ γὰρ ἰδὼν ὁ Θεὸς εἶπε καλὰ λίαν, σὺ αὐτὰ μὴ ἐνύβριζε. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς ἡμέρας καὶ εἰς δᾳδουχίαν τῆς νυκτός. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤγουν τὸν ἥλιον, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Τί πρῶτον θαυμάσομεν οἱ ἄνθρωποι; τοῦ ἡλίου τὸ ὕψος τὸ ἀνείκαστον, τὸ μέγεθος, τὴν σφοδρότητα, τοῦ φωτὸς τὸ ἀμέτρητον, ἢ τῆς θέρμης τὸ ἀκατάσχετον; Πῶς ἐκ μιᾶς θρυαλλίδος, καὶ ἐκ μιᾶς οὐσίας ταῦτα πάντα κατηγλάϊσται, δρόμον ἀνύοντος αὐτοῦ, νοῦν καὶ ἔννοιαν καταπλήττοντα, ὡς ἐν μιᾷ ἡμέρᾳ ἀπὸ ἀνατολῆς φαινόμενος καὶ πρὸς δύσιν ἐρχόμενος, τόπος οὐδεὶς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ; Ποῦ τῶν Περσῶν τὰ τέκνα, οἱ θρησκεύοντες αὐτὸν ὡς θεὸν, καὶ τὸν κτίστην καταλιπόντες, τῷ κτίσματι αὐτοῦ τὴν τιμὴν προσάγουσιν; Οὐχὶ αὐτὸς ὁ ἥλιος ἀεννάως καθ' ἡμέραν τὸν αὐτοῦ δρόμον διατελεῖ μετὰ φόβου μεγίστου καὶ εὐταξίας, καὶ ποτὲ μὲν νέφεσι καλυπτόμενος, ποτὲ δὲ νότου πνεύσαντος τὰς ἀκτῖνας σμικρύνοντος; Οὗτος ὑμῶν ὁ ἥλιος, εἰς ὃν ὑμεῖς πεποιθότες τὴν λατρείαν προσάγετε. Πάντα καλὰ λίαν τοῦ Κυρίου τὰ ἔργα, καὶ φοβερὰ καὶ ἐξαίσια· ἀλλὰ πρὸς ὑπηρεσίαν ἡμῶν καθεστήκασιν, οὐχὶ δεσποτείαν. Πῶς δὲ καὶ ἡ σελήνη εἰς δᾳδουχίαν τῆς νυκτὸς τῷ προστάγματι τοῦ ποιητοῦ παρήχθη, καὶ ποτὲ μὲν αὔξησιν δέχεται, ποτὲ δὲ μείωσιν ὑπομένει, καὶ ποτὲ μὲν λάμπουσα μαρμαρυγὰς φωτὸς ἐπαφίησι, ποτὲ δὲ λήγουσα αὐτῆς τὰ μέτρα ἀπαρασάλευτα διαφυλάττει μετὰ τῶν ἀστέρων τῶν πολυαριθμήτων χορῶν; Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἥξωμεν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Κατάμαθε ἀκριβῶς τὸ ῥῆμα τοῦ Παντοκράτορος· Πόσα γένη ἰχθύων τῶν ἐν τῇ θαλάσσῃ παρέστησε, καὶ πόσον δῆμον πετεινῶν ἐν τῷ ἀέρι παρεσκεύασε, τὰ μικρὰ, τὰ μείζονα· καὶ θαύμασον τῆς σοφίας αὐτοῦ τὴν ὑπερβολὴν, πῶς ἑνὶ λόγῳ τὰ πάντα παρήχθη. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, ἑρπετὰ καὶ θηρία, καὶ πᾶν κτῆνος κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ὢ τῆς μεγίστης σοφίας. ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος. Πάντα τὰ κτήνη καὶ τὰ θηρία ἐν ῥιπῇ ὀφθαλμοῦ ἐποίησε, λέοντα, ἄρκον, δράκοντα, βοῦν, καὶ ἵππον, καὶ ὅσα τοῖς ἀνθρώποις πρὸς ὑπηρεσίαν περισπούδαστα καὶ ἀγώγιμα. Ὁρᾷς τοῦ Δημιουργοῦ τὴν σύνεσιν; Πάντα ἐποίησεν ἐν ἓξ ἡμέραις, φῶς, οὐρανὸν, γῆν, θάλασσαν, ἥλιον, σελήνην, ἄστρα, ὄρη, βουνοὺς καὶ πεδιάδας, θηρία, κτήνη, ἰχθύας, κήτη, τὰ ἐν τῇ θαλάσσῃ, τὰ ἐν τῇ χέρσῳ. Ὅθεν τιμιωτέραν βουλὴν καὶ ἔργον μέγιστον θέλων κατεργάσασθαι ὁ Πατὴρ τῶν φώτων, ὁ ὢν καὶ ὁ (sic) ἦν, ὁ νοῦς ὁ ἄναρχος, ὁ ἀγέννητος πρὸς τὸν Μονογενῆ· ὁ γεννήσας πρὸς τὸν γεννηθέντα ἐξ αὐτοῦ ἀῤῥεύστως τὸν Υἱὸν, τὸν Λόγον, τὴν σοφίαν, τὴν ἀκατάληπτον, θεοπρεπῆ καὶ μυστικὴν βουλὴν ἐπεισάγει λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλότριον τῆς δημιουργίας, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουργίας; εἶδες βασιλέα τῆς κτίσεως καθεστῶτα τὸν Ἀδάμ; εἶδες τιμὴν ὑπερβάλλουσαν τὸν ἐν τῇ χειρὶ δημιουργηθέντα; Μάθε αὐτοῦ καὶ τὰ χαρίσματα, ἃ παρέσχεν αὐτῷ ὁ Θεὸς μετὰ τῆς πλάσεως. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ ἐξανέτειλεν ἐκ τῆς γῆς ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι καλὸν καὶ πονηρόν. Βαβαὶ τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης. βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων. βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ. Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία, ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν, ἐκ χοὸς βασιλέα τῆς κτίσεως ἐχειροτόνησεν· ἀπὸ γῆς ὑπέρτιμον ἀγγέλοις ἀνέδειξεν· ἐκ τῆς ἀψύχου ἔμψυχον ἴνδαλμα ἐπεισήγαγε. Ποίαν ἀρετὴν ἐπεδείξατο ὁ Ἀδὰμ, ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο; ποίους ἀγῶνας καὶ ἱδρῶτας ὑπέμεινεν, ὅτι τοιούτων στεφάνων ἐπέτυχε; ποίαν δοξολογίαν ἤνεγκε τῷ ποιήσαντι, ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε; ποῖον ἔργον ἔνδοξον ἀπετέλεσεν, ὅτι ἄμοχθον βίον ἐπεσπάσατο; ποίαν δουλείαν θεάρεστον κατειργάσατο, ὅτι τοιαύτης ἀπήλαυσε δωρεᾶς; Ἀλλ' ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο. Ἐπέβαλε γὰρ, φησὶν, ἐπὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔκστασιν, καὶ ὕπνωσε, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνέπλασε γυναῖκα. Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου. ὄντως ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ. Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας, ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε. Πόσην χαρὰν τότε ἦν εἰληφὼς ὁ Ἀδὰμ, ὅτε ἐθεάσατο ἀπὸ τοῦ ὕπνου παρακαθιζομένην αὐτῷ τὴν γυναῖκα; πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότροπον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν; πόσης θυμηδίας καὶ προφητείας ἠξιώθη, ἐν τῷ θεάσασθαι Ἀδὰμ Εὔαν, τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοῦ μορφὴν ἰδίαν καὶ χαρακτῆρα ἄντικρυς παρισταμένην; Ὅθεν ἐν ἀγαλλιάσει ψυχῆς προεφήτευσεν ἀναφανδὸν τὴν ἀλήθειαν· φησὶ γὰρ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἰδίου ἀνδρὸς ἐλήφθη. Εἶδες προφήτην τηλαυγέστατα προλέγοντα τὰ μετέπειτα γενησόμενα; εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ, καὶ χάριτος, ἧς ἠξίωται; εἶδες ἐξαίρετον λόγον τὸν μετὰ πολλὰς γενεὰς ἕως ἐσχάτων βεβαιούμενον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermo 3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg216.local001/.
