Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermo 3) [Sp.] 4.1
Not analysed yet
Ἀλλὰ τὸν νοῦν ὑμῶν ἀναπετάσαντες πρὸς τὴν τῆς διηγήσεως ἐξέτασιν ἐμφιλοχωρήσατε, καὶ τὰ τῆς ἀληθείας διηγήματα ἐν ταῖς ὑμῶν διανοίαις περιθέντες, ἀσμένως ταῦτα ἀκούσατε. Οὐ γὰρ περὶ σωφρόνων καὶ δικαίων γυναικῶν τὸ θέατρον τοῦ λόγου ἀνεκαθήραμεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀκολάστων καὶ βεβήλων ὁ λόγος τῆς διηγήσεως ἀνιστορήσει. Ποίαν τάξιν αὐτῶν ὁ λόγος παραστήσει; τῶν παρθένων, τῶν ἀνδρῶν κοίτην μὴ ἀγνοούντων; τῶν ἐν γάμῳ περιελθόντων καὶ τεκνογονίαις μητέρων γενομένων; ἢ τῶν ἐγκαταλιμπανομένων ἐν χηρείαις, καὶ τὸν τοῦ Θεοῦ φόβον μὴ κεκτημένων; Ἀλλὰ πάντως τὴν πρώτην ἡλικίαν δίκαιον καὶ ὅσιόν ἐστι πρῶτον ἐξετάσαι, καὶ οὕτως εἰς τὰς μετέπειτα ἀξίας ἐπεισελθεῖν. Φέρε οὖν τῶν νεανίδων τὸ τάγμα εἰς μέσον παρεισάξωμεν, τῶν δοκούντων εἶναι παρθένων, καὶ ἐγκαυχωμένων τῇ ἁγνείᾳ αὐτῶν, καὶ περὶ τούτων τὸν λόγον παραστήσωμεν. Τί αὐτῶν εἴπω; Τὰ σχήματα, τὸ ἦθος, τὴν σύνεσιν, πῶς ἀγρεύουσι τοὺς νέους τοῖς δικτύοις αὐτῶν καὶ τοῖς δελεάσμασι. Πολλάκις ἐν τοῖς κουβουκλείοις αὐτῶν διερχόμεναι, καὶ τόπον ἐκ τόπου διατρέχουσαι, διὰ τοῦ βαδίσματος τῶν ποδῶν κτύπον ἀποτελοῦσι, καὶ μειδιάμασιν ἀσχημοσύνης θορύβων καὶ κρότων τὰς ἀκοὰς τῶν νέων διηχοῦσι, καὶ ἐκ θυρίδος εἰς θυρίδα ἀναπετῶσαι τὰς χεῖρας, μέχρι στέρνων ἀναισχύντως αὐτὰς ἐπιδιδόασι· νεύμασι σατανικοῖς τοξεύουσαι τῶν ἀκολάστων τὰς ὄψεις, χρυσίον ἐπὶ τὸ στῆθος φέρουσαι, καὶ δακτυλίους ἐν ταῖς ἑαυτῶν χερσὶ περιβεβλημέναι, καὶ ἐν ταῖς ἀκοαῖς αὐτῶν ἐκ μαργάρων καὶ ὑακίνθων τὴν τῆς εἰκόνος μορφὴν ἀλλοιοῦσαι, καὶ τοῦ προσώπου τὸ φυσικὸν κάλλος ψευδόμεναι, διὰ ψιμμιθίου καὶ ἑτέρου ἐρυθροῦ τὰς παρειὰς ἐπιχρώσασαι, καὶ τῷ τραχήλῳ στίλβουσαι, καθάπερ ἄψυχος στήλη, ὥραν καθ' ὥραν καὶ ἡμέρας ἐξ ἡμέρας τὰς τρίχας περιπλέκουσαι, καὶ μέχρι τοῦ μετώπου διαστίλβουσαι, καὶ τὰς ὀφρύας ἐν μέλανι χρίουσαι, ἴδια κακοήθους πράξεως. Οὐχὶ αὐτῶν πονηροὶ καθεστήκασιν οἱ τρόποι; οὐχὶ αὐτῶν τὰ ἔργα ἄτοπα, καὶ πράξεις αἱ ἀνωφελεῖς; οὐκ αὐτῶν αἱ ἀνόητοι ἐλπίδες; Καὶ ὅσους ἐν παῤῥησίᾳ οὐ δύνανται δελεάσαι, κρυφίως ἐν ἑαυταῖς τὰ τόξα καὶ τὰ βέλη ἐπιτείνουσι· καθάπερ ἡ Εὔα τὸν Ἀδὰμ ἐν ἀποκρύφοις ἐδελέασε. Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σανίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλατείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαιζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυναικῶν· ἐν ἀργίᾳ διαγούσας ἐν ἑορταῖς καὶ κυριακαῖς, καὶ οὐδέποτε αὐτὰς ἀνισταμένας, οὔτε ἐπὶ βρῶσιν, οὔτε ἐπὶ πόσιν, οὔτε ἐπὶ ὕπνον· ἀλλὰ τὸν καθημερινὸν κάματον καὶ τὴν μέριμναν ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀναλίσκουσι· καὶ οὔτε πατέρας αἰδοῦνται, οὔτε μητέρας ἐντρέπονται, οὔτε ἀδελφοὺς αἰσχύνονται, οὔτε δούλους εὐλαβοῦνται ἢ δουλίδας, ἀλλὰ πᾶσιν ὁμοῦ γεγένηνται παίγνιον, καὶ πρὸς πάντα εἰσὶν ὥσπερ ναῦς κυμαινομένη. Ἐγκύψατε ἐν τοῖς τάφοις, θυγατέρες Σιὼν, καὶ τῆς ἁγίας κολυμβήθρας τέκνα, καὶ θεάσασθε τὴν εἰκόνα, ἣν καλλωπίζετε, καὶ τὰς ἀνωφελεῖς καὶ ἀκαίρους φαντασίας ὑμῶν καὶ τὰ σχήματα, πῶς πάντα κόνις, πῶς πάντα ὁ πικρότατος θάνατος μαραίνει, πῶς πάντα τέφρα, πῶς δυσωδίας πεπλησμένα. Καὶ μή μου τὸ τῶν γυναικῶν σύστημα καταβοάτω ὡς αὐτὰς κατηγοροῦντος. Ἐγὼ γὰρ ἔμπροσθεν τοῦ λόγου εἶπον, ὅτι οὐ περὶ συνετῶν γυναικῶν ὁ λόγος οὗτος γέγονεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀσυνέτων καὶ ἀφρόνων. Πολλὰς γὰρ ἐγὼ οἶδα γυναῖκας σώφρονας καὶ ἀγαθὰς καὶ ἐν σωφροσύνῃ περιπατούσας, ἃς καὶ ὁ ἀπόστολος ἐμνημόνευσεν ἐν βίβλῳ ζωῆς. Ἀλλὰ φέρε καὶ τῶν ἄλλων ταγμάτων τὸν δῆμον ἀνιστορήσωμεν. Τριῶν γὰρ ταγμάτων εἰκόνας τῇ ὑμῶν μεγαλειότητι ἀπηγγειλάμην φράσαι, παρθένων, καὶ τῶν ἐν συζυγίαις, καὶ τῶν ἐν χηρείαις καταγομένων. Ἐπειδὴ περὶ τῶν παρθένων ὀλίγα ἐκ τῶν πολλῶν τῇ ἀγάπῃ ὑμῶν ἐξηγησάμην, ἀρξώμεθα καὶ περὶ τῶν ἐν γάμοις ἐγκαυχωμένων γυναικῶν, αἵτινες δίκην ἀσπίδος τοῖς ἑαυτῶν ἀνδράσι καθεστήκασι. Πόσας γὰρ γυναῖκας εἶδον τοῖς ἑαυτῶν συζύγοις θάνατον αἰφνίδιον προσενεγκούσας; πόσας ἐπίσταμαι τοῖς ἑαυτῶν συνεύνοις μὴ δυναμένας ἐπαγαγεῖν θάνατον, στένοντας καὶ τρέμοντας διὰ κακοηθείας πεποιηκυίας αὐτοὺς, καὶ οὐδὲ ὡς τὰ ζῶα τὴν τιμὴν αὐτοῖς προσαγούσας; Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχωμένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ. Κἂν πένης ᾖ, διερχομένη ἀπὸ τόπου εἰς τόπον, καὶ εἰς οἰκίαν ἐξ οἰκίας, μάχας ἀνεγείρει, θυμοὺς ἀναῤῥιπίζει, ταραχὰς καθεκάστην προσφέρει, οὐκ ἐῶσα τὸν ἄνδρα αὐτῆς οὔτε μετὰ γείτονος, οὔτε μετὰ γνωρίμου εἰρήνην ἔχειν, ἀλλὰ πάντας ὑβρίζει, μετὰ πάντων δικάζεται, πάντας ἐπιτρέχει, πάντας θορυβεῖ, ἐν ἀρχαῖς αὐτομολοῦσα ἀναισχύντως, καὶ ἐν δικαστηρίοις εὑρισκομένη ὡς ἀδικηθεῖσα, καὶ ἐν βαλανείοις πολυλογοῦσα, καὶ ἐν ἐκκλησίαις συντυχίας ἀκαίρους προσφέρουσα, καὶ ταῦτα φλυαροῦσα· Ἐγὼ τοῦ βίου μου ἡ αὔξησις, ἐγὼ τῶν δούλων ἡ παιδαγωγία, ἐγὼ τῶν τροφῶν ἡ μεριμνήτρια· μάτην ὁ σύζυγός μου τὰ πρεσβεῖα φέρει, οὐδενὸς πράγματος φροντὶς αὐτῷ ὑπάρχει· οὐ γινώσκει τί ἐν τῷ οἴκῳ μου ἐκτελῶ, εἰ μὴ τὸν ἄρτον ὃν ἐσθίει ἀπὸ τῆς τραπέζης, καὶ τὸ πόμα ὅπερ πίνει μὴ γινώσκων. Ὢ ἀναισχυντίας προδήλου. Δικαίως ἡ σοφία βοᾷ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἐκ χειλέων, ὃ πρόσκαιρον λιπαίνει σου φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἂν δὲ καὶ γράμματα ᾖ μεμαθηκυῖα, διπλοῦν τὸ εἶδος τῆς νόσου καὶ τῆς κακίας. Πόσαι γὰρ γυναῖκες διὰ γραμμάτων ἀπέκτειναν τοὺς ἑαυτῶν ἄνδρας, καὶ τὰ μυστήρια, ἅπερ μόνη ἐγίνωσκε καὶ αὐτὸς, εἰς ἐμφάνισιν καὶ πραγμάτων ἔκβασιν δι' ἐπιστολῶν ἐγνωρίσθησαν; Πόσας γὰρ ἔγνωκα ἀποστειλάσας βεβουλλωμένους χάρτας πρὸς κακοηθεστάτους ἄνδρας καὶ μοιχοὺς αὐτῶν, καὶ διὰ μακρῶν χειρῶν τοὺς συζύγους αὐτῶν ἀπέκτειναν; Τοὺς μὲν διὰ δηλητηρίων, τοὺς δὲ ἐν νυκτὶ ἀθρόον περιπατοῦντας, πολλοὺς δὲ καὶ ἐν ἀγρῷ ἀπιόντας, ἢ μετὰ ξίφους, ἢ μετὰ λίθου, ἢ μετὰ ξύλου κρούσας τις κατὰ τοῦ μήνιγγος, ἢ κατὰ κεφαλῆς, ἢ κατὰ τοῦ νώτου, αἰφνίδιον τέλος ἐπήγαγε. Προσέρχονται γὰρ ἀναιδῶς ταῖς ἐκκλησίαις, προφάσει προσευχῆς, καὶ ὀμνύουσι κατὰ τοῦ σώματος τοῦ ἀχράντου καὶ τοῦ αἵματος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ κατὰ τῆς αὐτοῦ μητρὸς, εἴτε κατά τινος ἁγίου· πολλαὶ γὰρ καὶ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου, τοῦ μὴ ἀθετῆσαι τὰς μυσαρὰς αὐτῶν πράξεις, ἀλλὰ τὰς συναλλαγὰς αὐτῶν βεβαίας ἔχειν καὶ ἀδιαλύτους. Ὦ παναθλία. τὸ φοβερὸν ὄνομα τοῦ Κυρίου συνεργὸν ποιεῖς τῆς σῆς μοιχείας; Ἄφρον καὶ ἀνόητε, τὴν παρθένον καὶ θεοτόκον Μαρίαν τὴν ἀμίαντον συνεργάτιν καθιστᾷς τοῦ πονηροῦ σου βουλεύματος; Θηρίον ἀνήμερον, καὶ κόραξ τρώγων σάρκας, ἀθῴους τῶν ἁγίων τοὺς οἴκους λῃστήριον καὶ αἱμάτων ἐνόχους ἀποτελεῖς; Ἀλλ' ὁ ναὸς Κυρίου ὁ ἡγιασμένος καὶ καθαρὸς οὐ μολύνεται, σὺ δὲ τῆς ἀφροσύνης σου τοὺς καρποὺς τρυγήσεις ἐν καιρῷ ἐπιτηδείῳ, κατὰ τὸν ἀπόστολον Παῦλον βοῶντα· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστι. Βούλεσθε καὶ ἕτερα λέξωμεν πρὸς τὴν αὐτῶν γνώμην; Αὕτη γὰρ κἂν γείτονας ἔχῃ σώφρονας, ἡμέραν ἐξ ἡμέρας αὐτὰς σκοπεύει, ταύτας ἐπιτρέχει, κἄν τινας τῶν γνωρίμων καὶ τῶν συγγενῶν θεάσηται εἰσερχομένους εἰς τὰς οἰκίας αὐτῶν, αὐταῖς τὰ ἑαυτῆς κακὰ προαναφωνοῦσα, μοιχαλίδας καὶ μαινάδας ἀποκαλεῖ, τὰς ἐλευθέρας καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Κἂν τέκνα ἔχῃ, ὡς θηρία ταῦτα βλέπει· κἂν οἰκέτας κέκτηται, κἂν δούλας, πραότης ἐν αὐτῇ οὐκ ἔστιν, ἀλλὰ καὶ τὴν ἡμέραν προφάσει δουλείας αὐτὰς μαστιγοῖ, καὶ ἐν νυκτὶ ἐπὶ τῇ ἐργασίᾳ αὐτὰς θορυβεῖ. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῆς. Εἶτα ὅταν ἐπὶ κλίνης τῷ ἀνδρὶ αὐτῆς προσέλθῃ, οὐκ ἐᾷ αὐτὸν ὑπνῶσαι, ἀλλὰ θυμοῖ αὐτὸν κατὰ τῶν οἰκετῶν, ἐγείρει αὐτὸν πρὸς μάχας κατὰ τῶν πλησίον. Οὗτος ὁ δοῦλος καταφρονεῖ μου, αὕτη ἡ οἰκέτις ἐμπαίζει μοι, οὗτος ὁ πλησίον οὐ παύεται λοιδορῶν με καὶ ἐν ἐκκλησίαις, καὶ ἐπὶ φίλων, καὶ ἐν ταῖς ἀγοραῖς· ποίησον τὴν ἐκδίκησίν μου· οὐ καθίσω ἔτι μετὰ σοῦ ἐπὶ τραπέζης, οὐκ ἐσθίω ἄρτον ἐπὶ σοῦ· οὐ καθευδήσω τοῦ λοιποῦ μετὰ σοῦ· ὅτι ἐμοὶ τῇ γυναικί σου οὐκ ἐρυθριᾷ ὁ δεῖνα καὶ ἡ δεῖνα, ἀλλ' ὡς πηλόν με λογίζονται. Καὶ εἰ στοχαζόμενος ταῦτα ὑμῖν λέγω, βλέπε μοι τὴν Αἰγυπτίαν, τὴν καταπλέξασαν τὸν Ἰωσὴφ, καὶ τὸν ἄνδρα αὐτῆς εἰς θυμὸν καὶ μάχην ἐγείρασαν· τελευταῖον δὲ καὶ θανατῶσαι ἠπείλει τὸν δίκαιον, εἰ μὴ ὁ ἀκοίμητος ὀφθαλμὸς προέφθασε, καὶ ἐξείλετο αὐτὸν ἐκ τοῦ πικροῦ θανάτου. Ἴδε μοι καὶ τὴν Ἡρωδιάδα τὴν τὸν Βαπτιστὴν ἀποκτείνασαν. Φησὶ γὰρ ὁ Πρόδρομος, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, πρὸς τὸν Ἡρώδην· καὶ αὕτη δεσμεύσασα τὸν ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐν τῷ συμποσίῳ μέσον τῶν ἀνακειμένων φίλων, τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμε· καὶ ὃ μὴ ἴσχυσεν ἡ Ἡρωδιὰς ποιῆσαι ζῶντος τοῦ ἀνδρὸς αὐτῆς, ταύτην τὴν παρανομίαν ἐτέλεσε μετὰ θάνατον. Τί δὲ καὶ ἡ Δαλιδάς; οὐχὶ τὸν ὡραιότατον καὶ δυνατώτατον Σαμψὼν διὰ μοιχείας ξυρίσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε καὶ ἐθανάτωσεν; Ἰδοὺ τρεῖς μάρτυρας ἀξιοπίστους παρήγαγον· οὐχὶ τούτους μόνον ἐν τῇ Γραφῇ ἐγκειμένους. Ἀλλ' Ἐπὶ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, ἵνα μὴ μακρὸν τὸν λόγον τῆς διηγήσεως ἐφαπλώσωμεν. Διὸ ἡμᾶς Κύριος ὁ Θεὸς ἐκσπάσας ἐκ τῆς πλάνης ταύτης καὶ τῆς αἰσχύνης καὶ τοῦ ὀνειδισμοῦ, καὶ ἐν σωφροσύνῃ διάγειν οἰκονομήσει· καὶ ὑμᾶς ἐν καθαρῷ συνειδότι πρὸς τοὺς συζύγους εἶναι, καὶ τὰ τέκνα καὶ τοὺς δούλους, καὶ τοὺς πλησίον προσηνεῖς καὶ ἱλαροὺς ἀπεργάσαιτο, ὅπως καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθήσησθε συμμέτοχοι γενέσθαι. Ἀλλ' ἐπειδὴ καὶ τρίτον τάγμα ἐπηγγειλάμην τὸ τῆς χηρείας εἰπεῖν, τοῦτο καὶ ποιήσομαι, μικροῖς καὶ περὶ αὐτῶν χρησάμενος ῥήμασι. Χήραν γυναῖκα κατὰ τὸν ἀπόστολον Παῦλον τοιαύτην εἶναι χρή· τεκνοτρόφον, τῶν ἁγίων ταῖς μνείαις κοινωνοῦσαν, ξένοις τὴν διακονίαν ἐκτελεῖν, καὶ μὴ ἐπιτρέχειν ἐν ἐπιτηδεύμασι τῶν ἑαυτῆς λογισμῶν. Φησὶ γὰρ, περιβεβλημένη, μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, χιτῶνα χηροσύνης, καὶ κατανενυγμένη, πᾶσι δεικνυομένη τοῖς ἤθεσιν. Ἄτακτος δὲ χήρα ἄγριον θηρίον ὑπάρχει, καὶ κατ' οἴκους διερχομένη, ῥήματα ἀπρεπῆ προβάλλεται· Πτωχὴ ὑπάρχω, χήρα ἀπερίστατος· πλοῦτος πολὺς ὑπῆρχέ μοι ἔν τε ἀγροῖς, ἐν οἴκοις, καὶ τετραπόδοις καὶ ἱματισμοῖς, καὶ ὁ σύζυγός μου ἀμύητος ὢν τέχνης κοσμικῆς, αὐτὰ κατηνάλωσε· προὶξ ὑπῆρχέ μοι πολυτελής· ὅσα αὐτῷ ἐλάλουν οὐχ ὑπήκουεν· ἀλλὰ τῷ ἰδίῳ φρονήματι αὐτοῦ καὶ μὴ θέλουσα συνήγορος ὑπῆρχον· οὐδέν μοι κατέλιπεν. Ὃν δὲ ζῶντα ἠσπάζετο καὶ ἠγκαλίζετο, τοῦτον μετὰ θάνατον θρίαμβον τοῖς φίλοις καὶ τοῖς συγγενέσιν ἐποίησεν. Ἡ τοιαύτη μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, περιβλέπεται ἔνθεν κἀκεῖθεν, ποῦ παράκοιτον εὕρῃ κρύφιον, καὶ προφάσει προσευχῆς ἢ ἐπιμελείας τοῦ οἴκου αὐτῆς θρίαμβος τοῖς πολλοῖς καθίσταται· καὶ πράξεις ἀθεμίτους ἐκτελοῦσα, καὶ κατὰ γαστρὸς συλλαμβάνουσα, κρύφιον αὐτὸ κατέχει, μυρία τεχνάσματα πρὸς ἑαυτὴν περιποιοῦσα, πρὸς τὸ ἐκτρῶσαι τὸ βρέφος ἐκ τῆς κοιλίας αὐτῆς, εἴτε διὰ δηλητηρίου, εἴτε δι' ἑτέρων παρανόμων γυναικῶν. Καὶ τὸν φόβον τοῦ Θεοῦ τοῦ ἐφορῶντος τὰ πάντα οὐ κατέχει ἐν τῇ ἑαυτῆς καρδίᾳ· ἀλλὰ τὴν ἁμαρτίαν πράττουσα οὐκ ἐρυθριᾷ, καὶ τὸν καρπὸν τὸν γινόμενον ἐξ αὐτῆς αἰσχύνεται καὶ ἐντρέπεται. Πόσους γὰρ ἑώρακα δούλους δεσπότας διὰ φιληδονίαν κακοήθων τοιούτων γυναικῶν; τοὺς ἐλευθέρους παῖδας μετὰ φόβου, καὶ τρόμου παρεστῶτας αὐτοῖς, τὰς χεῖρας ἐν τοῖς στέρνοις αὐτῶν δεδεμένας ἔχοντας, κἂν μὴ θέλωσι, καὶ τούτους χρυσοζώνους καὶ σηρικοφόρους περιπατοῦντας; Ἠκούσατε, φιλόχριστοι, τοῦ λόγου τὴν ἐξήγησιν; ἐγνωρίσατε τὴν ὑπόθεσιν τῆς ἱστορίας; Ἐδιηγησάμην τῶν γυναικῶν τῶν ἀκολάστων καὶ ἀφρόνων τὰ τρόπαια. Τούτους τοὺς τρόπους ἡ Εὔα ἐδίδαξε, καὶ ἡ ταύτης ἐπιτίμησις, καὶ τῆς παρακοῆς ἡ γεῦσις. Ἀλλὰ τῶν σωφρόνων καὶ ἐνδόξων γυναικῶν μνημονεύσαντες ὀλίγον, καταπαύσομεν τὸν λόγον. Ἴδε μοι σώφρονα γυναῖκα τὴν Σαραφθίαν, τὴν τὸν προφήτην Ἠλίαν θρέψασαν ἐν καιρῷ λιμοῦ. Ἴδε μοι τὴν Σωμανῖτιν, ἥτις ἐφιλοξένισε τὸν Ἐλισσαῖον ἐν τῷ οἴκῳ αὐτῆς, ἐφ' ᾧ καὶ τὸν παῖδα αὐτῆς ἀνέστησεν. Ἴδε μοι τὴν Ἄνναν, τὴν τῆς στειρώσεως δεσμὰ διαλύσασαν, καὶ τέξασαν τὸν Σαμουὴλ, καὶ διὰ προσευχῆς καὶ δεήσεως μητέρα ἀναδειχθεῖσαν. Ἴδε μοι τὴν Σάῤῥαν καὶ τὴν Ῥεβέκκαν, τὴν καθαρὰν καὶ ἀμίαντον αὐτῶν συνοίκησιν, ἣν ἐπεδείξαντο τοῖς πατριάρχαις. Ἴδε μοι τὴν Σωσάνναν, τὴν διὰ σωφροσύνης κατακρίνασαν θανάτῳ πρεσβυτέρους ἀδίκους. Ταύτας τὰς γυναῖκας ζηλώσατε, τῆς μὲν τὸ ἀμίαντον, τῆς δὲ τὴν προσευχήν· ἄλλης τὸ φιλόξενον, ἑτέρας τὴν σωφροσύνην, ἄλλης τὸ θεάρεστον, ἵνα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ τιμὴ καὶ δόξα, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.