# In Genesim (sermones 1-9) 1.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Γʹ Τί ἐστι τὸ, Καθ' ὁμοίωσιν, καὶ τίνος ἕνεκεν, τοῦ Θεοῦ εἰπόντος τῶν θηρίων ἡμᾶς ἄρχειν, οὐκ ἄρχομεν, καὶ ὅτι κηδεμονίας τοῦτο πολλῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/1.1-3

Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται· οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν. Ταῦτα δὲ ὑμῖν οὐχ ἁπλῶς εἴρηκα, ἀλλ' ἵνα μὴ πρὸς τὰ ἁπλούστερα τῶν νοημάτων ἧτε κεχηνότες μόνον, ἀλλὰ καὶ τῶν βαθυτέρων κατατολμήσητε. Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα; Ὅταν τρυφὴ καὶ ἑστίασις ᾖ καὶ μέθη καὶ τράπεζα ἀδδηφαγίας γέμουσα; Ἀλλὰ τότε οὐδὲ κινηθῆναι ῥᾴδιον, οὕτω τὸ βαρὺ τῆς τρυφῆς φορτίον πιέζει τὴν ψυχήν. Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ' εἰς αὐτὸ καταδύονται τὸ βάθος· καίτοι πολὺς μὲν ὁ πόνος ἐν τῇ ζητήσει, πολὺς δὲ ὁ κίνδυνος ἐν τῇ εὑρέσει, καὶ μετὰ τὴν εὕρεσιν κέρδος οὐδέν; Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν; Εἴθε μὲν οὖν μὴ μεγάλα εἰσήγαγε κακά. Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία. Ἀλλ' ὅμως καὶ ψυχὴν καὶ σῶμα ἐκεῖνοι προΐενται τῆς ἐφημέρου τροφῆς ἕνεκεν, καὶ τῶν κυμάτων κατατολμῶσιν· ἐνταῦθα δὲ οὐ κίνδυνος, οὐ πόνος οὕτως ἐπιτεταμένος, ἀλλ' ὀλίγος καὶ κοῦφος, καὶ οὗτος διὰ τὴν τῶν εὑρισκομένων φυλακήν. Τὰ γὰρ μετ' εὐκολίας εὑρισκόμενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ. Οὐκ ἔστι κυμάτων ταραχὴ ἐν τῷ πελάγει τῶν Γραφῶν, ἀλλὰ παντὸς λιμένος εὐδιώτερον τοῦτο τὸ πέλαγος· οὐκ ἔστιν ἀνάγκη πρὸς τοὺς ζοφεροὺς τῆς ἀβύσσου κόλπους κατενεχθῆναι, οὐδὲ ὑδάτων ἀλόγων ῥύμῃ τὴν τοῦ σώματος ἐπιτρέψαι σωτηρίαν· ἀλλὰ πολὺ μὲν ἐνταῦθα τὸ φῶς, καὶ αὐτῶν τῶν ἀκτίνων φαιδρότερον, πολλὴ δὲ ἡ γαλήνη, πᾶσα δὲ ἐκποδὼν ταραχὴ, καὶ τῶν εὑρισκομένων τοσοῦτον τὸ κέρδος, ὅσον οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Μὴ τοίνυν ἀποκάμωμεν, ἀλλ' ἐπιχειρήσωμεν τῇ ζητήσει Ἠκούσατε ὅτι κατ' εἰκόνα Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· καὶ τί ποτέ ἐστι τὸ Κατ' εἰκόνα τοῦτο καὶ καθ' ὁμοίωσιν εἰρήκαμεν· ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ' ἀρχῆς ὁμοιότης· τὸ δὲ, Καθ' ὁμοίωσιν, τὸ ἥμερον εἶναι καὶ πρᾶον, καὶ εἰς δύναμιν ἐξομοιοῦσθαι τῷ Θεῷ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥς φησιν ὁ Χριστός· Γίνεσθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καθάπερ γὰρ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ταύτῃ τῶν ζώων τὰ μέν εἰσιν ἀλογώτερα, τὰ δὲ θηριωδέστερα· οὕτω καὶ ἐν τῷ πλάτει τῆς ἡμετέρας ψυχῆς, τῶν λογισμῶν οἱ μὲν εἰσὶν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο λογισμοῦ θηριώδους, φησί; Τί λέγεις, ἄνθρωπε; Τῶν λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα δυνήσῃ μεταβαλεῖν; Καίτοι τῷ λέοντι μὲν κατὰ φύσιν τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ προσηνὲς, παρὰ φύσιν δὲ ἡ θηριωδία. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβάλλων, καὶ τὸ παρὰ φύσιν ἐντιθεὶς τῇ τοῦ θηρίου ψυχῇ, ἐν τῇ ἑαυτοῦ ψυχῇ τὸ κατὰ φύσιν οὐ δυνήσῃ διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ῥᾳθυμίας; Καὶ ἐπὶ μὲν τῆς τῶν λεόντων ψυχῆς καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημος ἡ τοῦ θηρίου ψυχή. Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια. Μὴ τοίνυν σκήψεις μοι λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς, ἥμερόν σε εἶναι καὶ πρᾶον. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
