Ancient Greek
ΛΟΓΟΣ Δʹ Ὅτι δουλείας τρόπους τρεῖς εἰσήγαγεν ἡ ἁμαρτία· καὶ πρὸς τοὺς ῥᾳθύμως ἀκούοντας, καὶ μὴ τιμῶντας γονεῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 1.1-4
Not analysed yet
Ἠκούσατε χθὲς, πῶς μὲν ἐποίησε βασιλέα καὶ ἄρχοντα τῶν θηρίων τὸν ἄνθρωπον ὁ Θεὸς, πῶς δὲ αὐτὸν εὐθὺς τῆς βασιλείας ἐξέβαλε· μᾶλλον δὲ οὐχ ὁ Θεὸς, ἀλλ' αὐτὸς ἑαυτὸν διὰ τῆς παρακοῆς ἐξέβαλε τῆς τιμῆς. Τὸ μὲν γὰρ τυχεῖν τῆς βασιλείας, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης. Οὐ γὰρ κατορθωμάτων αὐτῷ ταύτην ἔδωκε τὴν ἀμοιβὴν, ἀλλὰ καὶ πρὶν ἢ γενέσθαι, ἐκόσμησε τῇ τιμῇ. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι μετὰ ταῦτα γενόμενος ὁ ἄνθρωπος, εἶτα πολλὰ κατορθώσας, οὕτως ἐπεσπάσατο τὸν Θεὸν εἰς τὸ δοῦναι αὐτῷ τὴν τῶν θηρίων ἀρχὴν, μέλλων αὐτὸν διαπλάττειν περὶ τῆς ἀρχῆς αὐτοῦ διαλέγεται οὕτω λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς. Πρὸ τῆς ζωῆς ἡ τιμὴ, πρὸ τῆς δημιουργίας ὁ στέφανος, καὶ πρὶν ἢ γενέσθαι, ἐπὶ τὸν βασιλικὸν ἀνάγεται θρόνον. Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' εὐθέως γενόμενον αὐτὸν ἐπὶ τὴν τιμὴν ταύτην ἤγαγε, δεικνὺς ὅτι οὐ κατορθωμάτων ἐστὶν ἀμοιβὴ τὸ γινόμενον, ἀλλὰ θεία χάρις, καὶ οὐκ ὀφειλή. Τὸ μὲν οὖν λαβεῖν αὐτὸν τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης· τὸ δὲ ἐκπεσεῖν τῆς ἀρχῆς, ἀπὸ τῆς αὐτοῦ ῥᾳθυμίας. Ὥσπερ γὰρ οἱ βασιλεῖς τοὺς οὐχ ὑπακούοντας τοῖς αὐτῶν προστάγμασι παραλύουσι τῆς ἀρχῆς· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τοῦ ἀνθρώπου, τότε παραλύσας αὐτὸν τῆς ἀρχῆς. Ἀναγκαῖον δὲ σήμερον εἰπεῖν, πόσην καὶ ἄλλην τιμὴν ἡ τῆς ἁμαρτίας παρείλετο φύσις, καὶ ὅσους δουλείας εἰσήγαγε τρόπους, ὥσπερ τις τύραννος ἐν πολυτρόποις δεσμοῖς, ταῖς παντοδαπαῖς ἀρχαῖς τὴν ἡμετέραν δεσμεύουσα φύσιν. Ἔστι τοίνυν ἀρχὴ καὶ δουλεία πρώτη, καθ' ἣν καὶ γυναικῶν οἱ ἄνδρες κρατοῦσι· μετὰ γὰρ τὴν ἁμαρτίαν ἡ ταύτης ἐγένετο χρεία. Πρὸ γὰρ τῆς παρακοῆς ὁμότιμος ἦν τῷ ἀνδρί· καὶ γὰρ ὅτε ταύτην διέπλαττεν ὁ Θεὸς, οἷς ἐχρήσατο ῥήμασι καὶ ἐπὶ τῆς διαπλάσεως τοῦ ἀνδρὸς, τούτοις καὶ ἐπὶ τῆς δημιουργίας τῆς γυναικός. Ὥσπερ οὖν εἶπεν ἐπ' ἐκείνῳ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ οὐκ εἶπε, Γενηθήτω ἄνθρωπος· οὕτω καὶ ἐπὶ ταύτης οὐκ εἶπε, Γενηθήτω γυνὴ, ἀλλὰ καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθόν· καὶ οὐχ ἁπλῶς βοηθὸν, ἀλλὰ, Κατ' αὐτὸν, πάλιν τὸ ὁμότιμον δηλῶν. Ἐπειδὴ γὰρ πολλὴν εἰς τὴν τῆς ζωῆς ἡμῶν χρείαν τὰ ἄλογα τὴν τῆς βοηθείας εἰσήγαγε κοινωνίαν, ἵνα μὴ τῶν δούλων νομίσῃς εἶναι καὶ τὴν γυναῖκα, ὅρα πῶς ποιεῖ τὴν διάκρισιν φανεράν. Ἤγαγε τὰ θηρία, φησὶν, ἐνώπιον τοῦ Ἀδὰμ, καὶ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ κατ' αὐτόν. Τί οὖν; ὁ ἵππος οὐ βοηθὸς, συμπαραταττόμενος ἐν τοῖς πολέμοις; ὁ βοῦς οὐ βοηθὸς, ἄροτρον ἕλκων καὶ συγκάμνων ἡμῖν ἐν ταῖς τῶν σπερμάτων καταβολαῖς; ὄνος καὶ ἡμίονος οὐ βοηθοὶ, πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν συμπράττοντες μετακομιδήν; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, διὰ τοῦτο ἀκριβῆ ποιεῖται τὴν διαίρεσιν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, ὅτι οὐχ εὑρέθη αὐτῷ βοηθὸς, ἀλλ' ὅτι Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Οὕτω καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθὸν, οὐχ ἁπλῶς, ἀλλὰ, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, εἶπε. Ταῦτα δὲ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐποίησά σε, φησὶν, ὁμότιμον· οὐκ ἐχρήσω καλῶς τῇ ἀρχῇ· μετάβηθι πρὸς τὴν ὑποταγήν. Οὐκ ἤνεγκας τὴν ἐλευθερίαν, κατάδεξαι τὴν δουλείαν. Οὐκ οἶδας ἄρχειν, καὶ δι' αὐτῆς τῶν πραγμάτων ἔδειξας τῆς πείρας· γενοῦ τῶν ἀρχομένων, καὶ τὸν ἄνδρα ἐπίγνωθι κύριον. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Καὶ ὅρα Θεοῦ ἐνταῦθα φιλανθρωπίαν. Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δεσποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφάλεια ἐκεῖνος ἔσται σοι· ἐν πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς πρὸς ἐκεῖνον ἀποστρέφεσθαι καὶ καταφεύγειν σοι δίδωμι. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ φυσικαῖς αὐτοὺς συνέδησεν ἀνάγκαις καθάπερ ἄῤῥηκτόν τινα δεσμὸν, τὴν ἐκ τῆς ἐπιθυμίας περιβαλὼν αὐτοῖς ἅλυσιν. Εἶδες πῶς εἰσήγαγε μὲν τὴν ὑποταγὴν ἡ ἁμαρτία, ὁ δὲ εὐμήχανος καὶ σοφὸς Θεὸς καὶ τούτοις πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο; Ἄκουσον πῶς καὶ Παῦλος περὶ ταύτης λέγει τῆς ὑποταγῆς, ἵνα μάθῃς πάλιν Παλαιᾶς καὶ Καινῆς τὴν συμφωνίαν. Γυνὴ, φησὶν, ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Εἶδες καὶ αὐτὸν ὑποτάξαντα τῷ ἀνδρὶ τὴν γυναῖκα; Ἀλλ' ἀνάμεινον, καὶ τὴν αἰτίαν ἀκούσῃ. Διὰ τί, Ἐν πάσῃ ὑποταγῇ; Γυναῖκα γὰρ, φησὶ, διδάσκειν οὐκ ἐπιτρέπω. Διὰ τί; Ἐδίδαξε γὰρ ἅπαξ κακῶς τὸν Ἀδάμ. Οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός. Τί δήποτε; Καὶ γὰρ ηὐθέντησεν ἅπαξ κακῶς. Ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀλλ' εἰπὲ καὶ τὴν αἰτίαν. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Διὰ τοῦτο αὐτὴν ἀπὸ τοῦ τῆς διδασκαλίας κατεβίβασε θρόνου. Ὁ γὰρ διδάσκειν οὐκ εἰδὼς, μανθανέτω, φησίν· εἰ δὲ μὴ βούλοιτο μανθάνειν, ἀλλὰ διδάσκειν ἐθέλοι, καὶ ἑαυτὸν καὶ τοὺς μανθάνοντας προσαπολεῖ· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς τότε γέγονεν. Ἀλλ' ὅτι μὲν ὑποτέτακται τῷ ἀνδρὶ, καὶ διὰ τὴν ἁμαρτίαν ὑπετάγη, δῆλον ἐντεῦθεν· βούλομαι δὲ ἐκεῖνο ἀκοῦσαι, τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.