Ancient Greek
ΛΟΓΟΣ Ηʹ· Εἰς τὴν ἡμέραν χειμέριον οὖσαν, καὶ εἰς τὴν σύνοδον τῶν ἐπισκόπων, καὶ εἰς τὴν δόσιν τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ, καὶ ὅτι πολλῆς κηδεμονίας τὸν νόμον λαβεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 1.1-8
Not analysed yet
Ἡ μὲν τῶν νεφῶν συνδρομὴ τὴν ἡμέραν ἡμῖν κατηφεστέραν ἐποίησεν· ἡ δὲ παρουσία τοῦ διδασκάλου φαιδροτέραν αὐτὴν εἰργάσατο. Οὐ γὰρ οὕτως ἥλιος ἐκ μέσης τῶν οὐρανῶν τῆς κορυφῆς τὰς ἀκτῖνας ἀφιεὶς, καταλάμπει τὰ σώματα, ὡς ὄψις πατρικῆς φιλοστοργίας ἀκτῖνας ἀφιεῖσα ἐκ μέσου τοῦ θρόνου, καταυγάζει τὰς ἡμετέρας ψυχάς. Ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, οὐχὶ μόνος ἡμῖν παραγέγονεν, ἀλλὰ καὶ φωστήρων χορὸν ἔχων ἦλθε μεθ' ἑαυτοῦ, ὥστε πλέον γενέσθαι τὸ φῶς. Διὸ καὶ ἡ ἐκκλησία ἡμῖν ἀγάλλεται, καὶ σκιρτᾷ τὰ ποίμνια, καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας τῶν λόγων ἁπτόμεθα. Ὅπου γὰρ συνδρομὴ ποιμένων, ἐκεῖ καὶ προβάτων ἀσφάλεια. Οὕτω καὶ ναῦται χαίρουσι, κυβερνητῶν αὐτοῖς παρόντων πολλῶν· καὶ γὰρ γαλήνης οὔσης καὶ νηνεμίας, τὸν τῆς κωπηλασίας πόνον αὐτοῖς ἐπικουφίζουσι διὰ τῶν οἰάκων· καὶ τῆς θαλάσσης στασιαζούσης, τῇ τέχνῃ καὶ τῇ πολυχειρίᾳ τὴν τῶν ὑδάτων καταστέλλουσι μάχην. Διὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες, τὸν λόγον εἰς διδασκαλίαν προτείνομεν, ταῖς εὐχαῖς αὐτῶν τὸ πᾶν ἐπιῤῥίψαντες. Ὥστε δὲ εὐμαθεστέραν καὶ σαφεστέραν ὑμῖν γενέσθαι τὴν ἀκρόασιν, καὶ τῶν χθὲς ὑμῖν εἰρημένων ἀναμνήσωμεν ἐν βραχεῖ. Εἶπον ὅτι πρὸ τῆς τοῦ ξύλου βρώσεως ᾔδει τὸ καλὸν καὶ τὸ πονηρὸν ὁ ἄνθρωπος, καὶ ὅτι οὐ μετὰ τὴν γεῦσιν ταύτην ἔλαβε τὴν γνῶσιν. Εἶπον τίνος ἕνεκεν ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ἐλέγετο, καὶ πῶς ἔθος τῇ Γραφῇ, ἐπειδάν τι πρᾶγμα συμβῇ περὶ τόπον ἢ καιρὸν, ἀπὸ τοῦ πράγματος ὀνομάζειν καὶ τὸν τόπον καὶ τὸν καιρόν. Σήμερον ἀναγκαῖον αὐτὴν ἀναγνῶναι τὴν ἐντολὴν, δι' ἧς ἐκώλυσε τοῦ ξύλου τὴν βρῶσιν. Τίς οὖν ἐστιν αὕτη; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Θεῖος ὁ νόμος, ἀλλὰ προσέχωμεν. Εἰ γὰρ βασιλικὰ ἀναγινώσκοντες γράμματα ἄνθρωποι, ὁλόκληρον ἀνιστῶσι θέατρον· πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ νόμους ἀναγινώσκειν μέλλοντας διανίστασθαι χρὴ τῇ διανοίᾳ, καὶ προσέχειν τοῖς λεγομένοις. Οἶδα ὅτι κατηγοροῦσί τινες τοῦ νομοθέτου, καὶ τὸν νόμον αἴτιον εἶναί φασι τοῦ παραπτώματος. Πρὸς τοῦτο οὖν ἀνάγκη στῆναι πρότερον, καὶ δεῖξαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχὶ μισῶν τὸν ἄνθρωπον, οὐδὲ ὑβρίσαι βουλόμενος τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ φιλῶν καὶ κηδόμενος, τὸν νόμον ἔδωκεν. Ὅτι γὰρ εἰς συμμαχίαν ἡμῖν αὐτὸν ἔδωκεν, ἄκουσον τί φησιν Ἡσαΐας· Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν. Ὁ δὲ μισῶν, οὐ βοηθεῖ. Πάλιν ὁ Προφήτης βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὁ δὲ μισῶν, οὐ λύει τὸ σκότος διὰ τοῦ λύχνου, οὐδὲ ὁδηγεῖ μετὰ φωτὸς τὸν πεπλανημένον. Πάλιν ὁ Σολομών· Λύχνος ἐντολὴ νόμου, καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος καὶ παιδεία. Ἰδοὺ οὐχὶ βοήθεια μόνον, οὐδὲ λύχνος μόνον, ἀλλὰ καὶ φῶς καὶ ζωή· ταῦτα δὲ οὐκ ἔστι μισοῦντος, οὐδὲ ἀπολέσαι βουλομένου, ἀλλὰ χεῖρα ὀρέγοντος καὶ διανιστῶντος. Διὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τὸν Ἰουδαῖον ἀποτεινόμενος, καὶ δεικνὺς ὅσον εἰσήνεγκε κέρδος ὁ νόμος, καὶ ὅτι ἀνάπαυσις, οὐ βάρησις τῆς φύσεως ἡμῶν ἐστιν, ἔλεγεν· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ. Ὁρᾷς ὅτι οὐχὶ βαρῶν ἡμῶν τὴν φύσιν, ἀλλ' ἀναπαύων, τὸν νόμον ἔδωκεν ὁ Θεός; Βούλει μαθεῖν ὅτι καὶ τιμῶν; Μάλιστα μὲν οὖν καὶ ταῦτα ἱκανὰ δεῖξαι τὴν τιμὴν καὶ τὴν κηδεμονίαν, πλὴν καὶ ἀφ' ἑτέρων μαρτυριῶν αὐτὸ τοῦτο ποιήσομαι φανερόν. Ἐπαίνει, φησὶν, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἔν σοι· ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Εἶτα εἰπὼν καὶ τὴν διὰ τῆς ἄλλης κτίσεως εὐεργεσίαν παρὰ τοῦ Θεοῦ χορηγουμένην, ἐπήγαγε τὴν ἐξαίρετον καὶ μείζονα, οὑτωσὶ λέγων· Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὅρα πόσα κατέλεξεν ἀγαθά. Ἀσφάλειαν πόλεως. Ἐνίσχυσε γὰρ, φησὶ, τοὺς μοχλοὺς τῶν πυλῶν σου· ἀπαλλαγὴν πολέμων· Ὁ τιθεὶς γὰρ, φησὶ, τὰ ὅριά σου εἰρήνην· ἀφθονίαν τῶν ἀναγκαίων· Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ἀλλ' ὅμως πάντων τούτων τὴν τοῦ νόμου δόσιν τιμιωτέραν ἀπέφηνεν. Ὅτι γὰρ καὶ ἀσφαλείας, καὶ εἰρήνης, καὶ ἀπαλλαγῆς πολέμων, καὶ εὐπαιδίας, καὶ πολυπαιδίας, καὶ τῆς τῶν ἀναγκαίων ἀφθονίας πολλῷ μεῖζον δῶρόν ἐστι τὸ νόμον λαβεῖν, καὶ τὰ δικαιώματα τοῦ Θεοῦ μαθεῖν, πάντων ὕστερον αὐτὸ θεὶς ὡς κεφάλαιον καὶ σύνδεσμον τῶν ἀγαθῶν, ἐπήγαγε λέγων· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Οὕτω, πῶς; Καὶ μὴν καὶ ἀφθονίας, καὶ τῶν ἄλλων τῶν ἀπηριθμημένων πολλοὶ πολλάκις ἀπέλαυσαν, Ἀλλ' οὐ περὶ τῶν προειρημένων λέγω, φησὶν, ἀλλὰ περὶ τοῦ νόμου, ὅτι Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Καὶ διὰ τοῦτο ἐπήγαγε· Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὁρᾷς πῶς τῶν ἀπηριθμημένων ἁπάντων ἀγαθῶν μεῖζον ὁ νόμος.