# In Genesim (sermones 1-9) 1.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Θʹ Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρτήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προνοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/1.1-9

Εἰ μὲν ἦν δυνατὸν ὑμῖν εἰδέναι, τί μὲν ἡμῖν εἴρηται, τί δὲ ὑπολέλειπται, καὶ ποῦ μὲν τὸν λόγον κατελύσαμεν πρώην, πόθεν δὲ αὐτὸν σήμερον ἀνελέσθαι χρὴ, εὐθέως τὰ προοίμια ἀπὸ τῆς ἀκολουθίας τῶν πρώην εἰρημένων ἐποιησάμην ἄν. Ἐπειδὴ δὲ καὶ τῶν τότε ἀκηκοότων ἡμῶν πολλοὶ σήμερον οὐ παρήκασι, καὶ τῶν νῦν παρόντων τότε οὐκ ἤκουσαν, τὸ διάφορον τῶν ἀκροατῶν ἀναγκαίαν ποιεῖ γενέσθαι τῶν εἰρημένων ἡμῖν τὴν ἐξήγησιν· οὕτω γὰρ καὶ τοῖς ἐξ ἀρχῆς παρηκολουθηκόσι τῷ λόγῳ μᾶλλον ἐμπαγήσεται τούτων ἡ μνήμη, πάλιν ἀναμιμνησκομένοις ὧν ἤκουσαν· καὶ τοῖς ἀπολειφθεῖσιν οὐ τοσαύτη ἔσται βλάβη, τοῦ λόγου γνωριμωτέραν αὐτοῖς ἄνωθεν ποιοῦντος τὴν διδασκαλίαν. Καὶ μὴν ἴσως ἂν εἴποιεν οἱ ἀεὶ παραγινόμενοι, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἐχρῆν ἀναλαβεῖν τὰ εἰρημένα, ἵνα ἀπολειφθέντες καὶ τῶν συνάξεων καταφρονήσαντες, ἔργῳ τὴν βλάβην ὑπομείναντες, βελτίους γένωνται, τῇ ζημίᾳ σωφρονιζόμενοι. Ἐγὼ δὲ ἐπαινῶ μὲν ὑμᾶς, ὅτι οὕτω δάκνεσθε ὑπὲρ τῆς ῥᾳθυμίας τῶν ἀδελφῶν, καὶ τὸν ζῆλον θαυμάζω· βούλομαι δὲ καὶ φιλανθρωπίᾳ τὸν ζῆλον ὑμᾶς κεράσαι τοῦτον. Ζῆλος γὰρ συγγνώμης ἀπεστερημένος, οὐ ζῆλος, ἀλλὰ θυμὸς μᾶλλόν ἐστι, καὶ νουθεσία, φιλανθρωπίαν οὐκ ἔχουσα, βασκανία τις εἶναι δοκεῖ. Διὰ τοῦτο ὑμᾶς μᾶλλον παρακαλῶ, μὴ πικρῶς τὰ τῶν πλησίον κρίνειν ἁμαρτήματα. Ὥσπερ γὰρ ὁ χωρὶς συγγνώμης ὁρῶν τὰ τῶν ἀδελφῶν τραύματα, εἴ ποτε καὶ αὐτὸς ἁμάρτοι, οὐδένα εὑρήσει τὸν συγγνώμην αὐτῷ νέμοντα· οὕτως ὁ μετ' ἐλέου δικάζων τοῖς τῶν πλησίον παραπτώμασιν, εἴ ποτε ὑποσκελισθείη, πολλοὺς ὄψεται τοὺς χεῖρα ὀρέγοντας. Καὶ ταῦτα λέγω νῦν, οὐ τὴν ῥᾳθυμίαν τῶν ἀπολειφθέντων αὐξῆσαι βουλόμενος, ἀλλὰ τὴν ἡμετέραν κηδεμονίαν ἐπιτεῖναι σπουδάζων, ἵνα μετὰ λόγου γίνηται καὶ φιλοστοργίας. Ἐπεὶ καὶ ἡμεῖς πολλοὺς καὶ μακροὺς τῇ προτεραίᾳ κατ' αὐτῶν ἀπετείναμεν λόγους, καὶ οὐδὲ ἀνθρώπους αὐτοὺς εἶναι ἔφαμεν, καθάπερ μέμνησθε, κατηγόρους αὐτοῖς ἐπιστήσαντες δύο προφήτας τοὺς κορυφαίους· τὸν μὲν λέγοντα, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· τὸν δὲ καταβοῶντα πάλιν καὶ πυνθανόμενον· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Καὶ σφόδρα αὐτῶν διὰ τούτων καὶ τῶν τοιούτων ἐδάκομεν τὴν διάνοιαν. Ἀλλὰ νῦν αὐτοὺς πάλιν παρακαλοῦμεν· οὕτω γὰρ καὶ ὁ Παῦλος ἐκέλευσεν· Ἔλεγξον γὰρ, φησὶν, ἐπιτίμησον, παρακάλεσον. Οὔτε γὰρ τοῦτο ἀεὶ χρὴ ποιεῖν μόνον, οὔτε ἐκεῖνο μόνον, ἀλλ' ἑκάτερα μίξαντα ἀπηρτισμένην ἐργάζεσθαι τὴν ὠφέλειαν. Ἄν τε γὰρ διαπαντὸς ἐλέγχωμεν, ἀναισχυντοτέρους αὐτοὺς ἀπεργαζόμεθα· ἄν τε διαπαντὸς παρακαλῶμεν, ῥᾳθυμοτέρους ποιοῦμεν. Διὰ τοῦτο καὶ ἰατροὶ οὐχὶ τέμνουσι μόνον, ἀλλὰ καὶ τραύματα ἐπιδεσμοῦσιν· οὐδὲ ἀεὶ φάρμακα πικρὰ ἐπιβάλλουσιν, ἀλλὰ καὶ προσηνῆ πολλάκις· δι' ἐκείνων μὲν τῶν προτέρων τὸ σεσηπὸς ἀποκαθαίροντες, διὰ τούτων δὲ τῶν δευτέρων τὴν ἐξ ἐκείνων ὀδύνην παραμυθούμενοι. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀρίστη παραίνεσις, ἀπηρτισμένη συμβουλὴ, πολλὴν ἔχουσα τὴν κηδεμονίαν, σπλάγχνα ἐνδεικνυμένη πατρικά· ὄντως τῆς Παύλου γλώττης τὰ ῥήματα, ἀδελφοί. Εὐθέως ἀπὸ τοῦ τῆς συγγενείας ὀνόματος πρὸς τὴν εὔνοιαν ἐπεσπάσατο τὸν ἀκροατήν. Τὰς αὐτὰς ὠδῖνας ἔλυσας αὐτῷ, τὰς αὐτὰς ἐτράφης τροφὰς, τὸν αὐτὸν ἔσχες πατέρα, ἐκοινώνησας αὐτῷ κατὰ τὸν τόκον τὸν πνευματικόν· τὴν συγγένειαν τοίνυν ταύτην καὶ ἐν τῇ τῶν πτωμάτων ἐπιδείκνυσο διορθώσει. Ἐὰν προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον. Τὸ γὰρ, Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν ἐπηρεασθῇ, ἐὰν ἀπατηθῇ, οὐ τὸν ἐκ μελέτης ἁμαρτήσαντα λέγων, ἀλλὰ τὸν σπουδάζοντα μὲν κατορθῶσαι, ὑπὸ περιστάσεως δὲ διαβολικῆς ὑποσκελιζόμενον. Ὁ γὰρ τοιοῦτος οὐ τοσοῦτον κατηγορίας ὅσον συγγνώμης ἐστὶν ἄξιος. Ἐὰν καὶ προληφθῇ ἄνθρωπος. Πάλιν ἐφ' ἕτερον εἶδος συγγνώμης κατέφυγε, τῆς φύσεως τὴν ἀσθένειαν, ἣν διὰ τῆς προσηγορίας ᾐνίξατο. Καθάπερ οὖν ὁ μέγας Ἰὼβ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ συγγνώμην βουλόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτὸν, καὶ ἐπισκοπὴν ἐποιήσω τῶν ἁμαρτημάτων αὐτοῦ; οὕτω καὶ ἡμεῖς ποιῶμεν, ὅταν τινὰ τῶν ἡμαρτηκότων ἐξαιτώμεθα, Ἄνθρωπός, ἐστι συνεχῶς λέγοντες, καὶ τῆς φύσεως ἀναμιμνήσκοντες, καὶ ταύτῃ πρὸς ἔλεον ἐφελκόμενοι τὸν ἀγανακτοῦντα. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τὴν φύσιν καὶ τὴν εὐτέλειαν αὐτῆς κατέφυγεν εἰπὼν, Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι. Οὐχ ἁπλῶς τὰ μεγάλα λέγει ἁμαρτήματα, τὰ συγγνώμης μείζονα καὶ τὰ φιλανθρωπίας οὐκ ἄξια, ἀλλὰ τὰ μικρὰ καὶ κατεσταλμένα. Ὑμεῖς οἱ πνευματικοί. Ὁ μὲν ἁμαρτὼν, ἄνθρωπος, οἱ δὲ κατορθοῦντες, πνευματικοί. Ἐκεῖ τῆς φύσεως εἶπε τὸ ὄνομα, ἐνταῦθα τῆς ἀρετῆς ἔθηκε τὴν προσηγορίαν. Πολὺ δὲ τὸ μέσον τοῦ ἀνθρώπου καὶ τοῦ πνευματικοῦ. Ὑμεῖς οἱ πνευματικοί. Εἰ πνευματικὸς εἶ, δεῖξόν μοι τὴν ἰσχύν σου, μὴ ἀπὸ τῆς σῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς ἐμῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς βοηθείας τῆς εἰς τοὺς πεπτωκότας. Τοῦτο γὰρ πνευματικοῦ, μὴ περιορᾷν τὰ οἰκεῖα μέλη ἠμελημένα. Καταρτίζετε τὸν τοιοῦτον. Ἀχείρωτον ποιεῖτε, φησὶν, ἀκαταγώνιστον, ἄμαχον τῷ διαβόλῳ. Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
