# In Genesim (sermones 1-9) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Βʹ Τί δήποτε ἐπὶ μὲν ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ τῶν ἄλλων εἶπε, Γενηθήτω· ἐπὶ δὲ τοῦ ἀνθρώπου, Ποιήσωμεν; καὶ τί ποτέ ἐστι τὸ, Κατ' εἰκόνα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/2.1-2

Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ἀγγέλων γὰρ τὸ παρεστάναι, οὐ τὸ δημιουργεῖν· ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς. Ἄκουσον τί φησιν Ἡσαΐας περὶ τῶν Σεραφὶμ δυνάμεων, τῶν ἀνωτέρω τῶν ἀρχαγγέλων· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ παρειστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ἀποτειχίζουσαι δηλονότι τὰς ὄψεις, διὰ τὸ μὴ δύνασθαι τὴν ἐκ τοῦ θρόνου φερομένην ἀστραπὴν ὑποδέξασθαι. Τί λέγεις; Τὰ μὲν Σεραφὶμ παρεστήκασι, καὶ ἐν θαύματι τοσούτῳ εἰσὶ καὶ ἐκπλήξει, καὶ ταῦτα συγκατάβασιν Θεοῦ βλέποντα· ἄγγελοι δὲ καὶ γνώμης κοινωνοῦσιν αὐτῷ, καὶ σκέψεως μετέχουσιν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Ἀλλὰ τίς ἐστι πρὸς ὅν φησι, Ποιήσω μεν ἄνθρωπον; Ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ Θεὸς ὁ ἰσχυρὸς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός. Πρὸς ἐκεῖνον τοίνυν λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Οὐδὲ γὰρ εἶπε τὴν ἐμὴν καὶ τὴν σὴν, ἢ τὴν ἐμὴν καὶ τὴν ὑμῶν, ἀλλὰ, Κατ' εἰκόνα ἡμετέραν, μίαν δηλῶν τὴν εἰκόνα καὶ μίαν τὴν ὁμοίωσιν· Θεοῦ δὲ καὶ ἀγγέλων οὐκ ἔστιν εἰκὼν μία, οὐδὲ ὁμοίωσις μία. Πῶς γὰρ ἂν εἴη τοῦ Δεσπότου καὶ τῶν λειτουργῶν εἰκὼν μία καὶ ὁμοίωσις; Ὥστε πάντοθεν ὑμῖν ὁ λόγος ἐλήλεγκται· καὶ γὰρ ἀρχῆς εἰκόνα ἐδήλωσεν ἐνταῦθα, καθὼς καὶ τὸ ἑξῆς δηλοῖ. Εἰπὼν γὰρ Κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης· ἀρχὴ δὲ Θεοῦ καὶ ἀγγέλων οὐκ ἂν εἴη μία. Πῶς γὰρ, τῶν δούλων καὶ τοῦ Δεσπότου, τῶν λειτουργῶν καὶ τοῦ κελεύοντος; Ἀλλὰ καὶ ἕτεροι πάλιν ἡμῖν ἐπιφύονταί τινες λέγοντες, ὅτι εἰκόνα ὁ Θεὸς ἔχει τοιαύτην, οἵαν καὶ ἡμεῖς, κακῶς νοοῦντες τὸ εἰρημένον. Οὐ γὰρ οὐσίας εἶπεν εἰκόνα, ἀλλὰ ἀρχῆς εἰκόνα, καθὼς δηλώσομεν ἐκ τῶν ἑξῆς ἐπαγομένων. Ὅτι γὰρ οὐκ ἔστι τὸ Θεῖον ἀνθρωπόμορφον, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι· διὸ ὀφείλει, φησὶ, κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς. Καὶ μὴν εἰ εἰκόνα ἐνταῦθα τοῦτο εἶπε, τὸ ἀπαράλλακτον τῆς μορφῆς τῆς πρὸς τὸν Θεὸν δηλῶν, καὶ διὰ τοῦτο εἰκὼν ἄνθρωπος Θεοῦ καλεῖται, ὅτι ὁ Θεὸς οὕτω διατετύπωται· οὐκοῦν κατ' ἐκείνους οὐκ ἐχρῆν μόνον τὸν ἄνδρα εἰκόνα λέγεσθαι, ἀλλὰ καὶ τὴν γυναῖκα. Γυναικὸς γὰρ καὶ ἀνδρὸς εἷς ὁ τύπος καὶ ὁ χαρακτὴρ, καὶ ἡ ὁμοίωσις μία. Τίνος οὖν ἕνεκεν ὁ ἀνὴρ εἰκὼν τοῦ Θεοῦ λέγεται, ἡ γυνὴ δὲ οὐκέτι; Ὅτι οὐ τὴν εἰκόνα τὴν ἐν τῇ μορφῇ λέγει, ἀλλὰ τὴν εἰκόνα τὴν κατὰ τὴν ἀρχὴν, ἣν ὁ ἀνὴρ ἔχει μόνος, οὐκέτι δὲ καὶ ἡ γυνή. Οὗτος μὲν γὰρ οὐδενὶ ὑποτέτακται· ἐκείνη δὲ ὑπὸ τοῦτον γέγονε, καθὼς ὁ Θεός φησι· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Διὰ τοῦτο ὁ μὲν ἀνὴρ εἰκὼν τοῦ Θεοῦ, ἐπειδὴ οὐδένα ἔχει ἀνώτερον, καθάπερ οὐδὲ τοῦ Θεοῦ ἀνώτερός τίς ἐστιν, ἀλλὰ πάντων ἄρχει· ἡ γυνὴ δὲ δόξα τοῦ ἀνδρὸς, ἐπειδὴ τῷ ἀνδρὶ ὑποτέτακται. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ' οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ' ἂν, ὁποῖός ἐστιν ὁ Θεός. Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ' ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ' ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ' ἑαυτοῖς ἀνατυπώσαιμεν ἂν κατὰ τοὺς λογισμούς. Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ' ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι· διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα. Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ποιῶμεν οὖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ σπουδῆς ἁπάσης καὶ προθυμίας, ἵνα δυνηθῶμεν εἰς τοὺς οὐρανοὺς εἰσελθεῖν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
