# In Genesim (sermones 1-9) 2.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Θʹ Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρτήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προνοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/2.1-9

Αὕτη μεγίστη συμβουλὴ, ἀναγκαστικὴ παραίνεσις. Κἂν λίθος ᾖ ὁ ἀκούων, ἱκανὸν αὐτὸν φοβῆσαι τὸ ῥῆμα, καὶ πρὸς ἀνάληψιν διεγεῖραι τοῦ πεπτωκότος. Οὐ βούλει, φησὶν, ὡς ἀδελφὸς ἐλεῆσαι; οὐ βούλει ὡς ἀνθρώπῳ ὄντι δοῦναι συγγνώμην; οὐ βούλει ὡς πνευματικὸς χεῖρα ὀρέξαι; Τὰ κατὰ σαυτὸν σκόπησον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆσαι τῷ κειμένῳ, ἀλλ' οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν. Πῶς καὶ τίνι τρόπῳ; Σκοπῶν σεαυτὸν, φησὶ, μὴ καὶ σὺ πειρασθῇς. Οὐκ εἶπε, Πάντως γὰρ καὶ σὺ ἁμαρτήσῃ, ἵνα μὴ φορτικώτερον ποιήσῃ τὸν λόγον· ἀλλὰ πῶς; Μή ποτε καὶ σὺ πειρασθῇς. Ἴσως δὲ ἁμαρτήσῃ, ἴσως δὲ οὐχ ἁμαρτήσῃ. Ἐπεὶ οὖν ἄδηλον τὸ μέλλον, προαπόθου σοι φιλανθρωπίας ἔρανον, δι' ὧν εἰς τὸν πλησίον ποιεῖς, ἤν ποτε περιτραπείης, πολλὴν εὑρήσεις συγγνώμης ἀποθήκην ἀποκειμένην. Οὐκ εἶπε, Μή ποτε καὶ σὺ ἁμάρτῃς, μή ποτε καὶ σὺ πέσῃς· προσέχετε ἀκριβῶς τῇ δυνάμει τῶν ῥημάτων αὐτῶν· ἀλλὰ, Μή ποτε καὶ σὺ πειρασθῇς. Ἔδειξεν ὅτι πειρατὴν ἔχομεν ἐχθρόν· ὁ δὲ πειρατὴς οὐχ ὡμολογημένον τῆς ἐπιθέσεως τὸν καιρὸν ἔχει, ἀλλὰ πολλάκις ἡμῖν καὶ καθεύδουσι καὶ ῥᾳθυμοῦσιν ἐπιτίθεται· διὰ τοῦτο κἀκεῖνος ὁ προληφθεὶς συγγνώμης ἄξιος, ἐπειδὴ ὑπὸ πειρατοῦ ἑάλω. Οὐ γὰρ ἦν αὐτῷ φανερὰ ἡ μάχη, οὐδὲ ὡμολογημένος ὁ καιρὸς τοῦ πολέμου, ἀλλὰ ἀγνοοῦντι ἐπέθετο, καὶ διὰ τοῦτο περιεγένετο. Οὕτω καὶ οἱ πλέοντες τὴν θάλατταν τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον ποιοῦσι. Κἂν ἐξουρίων αὐτοῖς φέρηται τὸ σκάφος, κἂν πάσης ἀπολαύωσιν ἀσφαλείας, ἴδωσι δὲ πόῤῥωθεν ναυαγήσαντας ἑτέρους, οὐ πρὸς τὴν οἰκείαν εὐπρέπειαν βλέποντες, τῆς ἐκείνων καταφρονοῦσι συμφορᾶς· ἀλλὰ τὸ πλοῖον στήσαντες, καὶ τὰς ἀγκύρας χαλάσαντες, καὶ τὰ ἱστία καθελόντες, ἐξακοντίζουσι σχοίνους, καὶ ῥίπτουσι σανίδας, ὥστε ἐκεῖνον τὸν ὑπὸ τῶν κυμάτων βαπτίζεσθαι μέλλοντα ἑνὸς τούτων ἐπιλαμβανόμενον, διαφεύγειν τὸ ναυάγιον. Μίμησαι τοίνυν καὶ σὺ τοὺς ναύτας, ἄνθρωπε· καὶ γὰρ καὶ σὺ θάλατταν πλέεις μεγάλην καὶ εὐρύχωρον, τὸ μῆκος τοῦ παρόντος βίου, θάλατταν θηρία ἔχουσαν καὶ πειρατὰς, θάλατταν σκοπέλους ἔχουσαν καὶ σπιλάδας, θάλατταν ὑπὸ κυμάτων ταραττομένην πολλῶν καὶ χειμώνων· καὶ πολλοὶ πολλάκις καὶ ἐν τῇ θαλάττῃ ταύτῃ ναυαγίῳ περιπίπτουσιν. Ὅταν οὖν ἴδῃς τινὰ τῶν πλεόντων ὑπό τινος περιστάσεως διαβολικῆς ἀπολέσαντα τὸν πλοῦτον τῆς σωτηρίας, καὶ κλυδωνιζόμενον, καὶ μέλλοντα ὑποβρύχιον γίνεσθαι, στῆσόν σου τὸ πλοῖον, κἂν ἑτέρωθι σπεύδῃς, προνόησον τῆς ἐκείνου σωτηρίας, τὰ κατὰ σαυτὸν ἀφείς. Οὐ γὰρ ἀνέχεται ἀναβολῆς, οὐδὲ βραδυτῆτος ὁ βαπτίζεσθαι μέλλων. Ἐπίστηθι τοίνυν ταχὺ, ἐξάρπασον αὐτὸν ὀξέως τοῦ κλυδωνίου, πάντα κίνησον κάλων ὥστε αὐτὸν ἀνιμήσασθαι ἐκ τοῦ βάθους τῆς ἀπωλείας· κἂν μυρία σε ἕλκῃ πράγματα, μηδὲν ἔστω τῆς σωτηρίας τοῦ κάμνοντος ἀναγκαιότερον· κἂν γὰρ μικρὸν ἀναβαλέσθαι βουληθῇς, προδώσεις αὐτὸν τῇ τοῦ χειμῶνος ὀξύτητι. Διὸ τάχους ἡμῖν ἐν ταῖς τοιαύταις συμφοραῖς δεῖ, τάχους καὶ σπουδῆς ἐπιτεταμένης. Ἄκουσον πῶς Παῦλος ἐπείγεται, καὶ ἑτέρους διανίστησι πολλοὺς, ἰδών τινα ἄνθρωπον βυθίζεσθαι μέλλοντα. Κυρώσατε εἰς αὐτὸν ἀγάπην, φησὶ, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὰ τοῦτο κελεύει ταχέως ὀρέξαι χεῖρα, ἵνα μὴ, μελλόντων ἡμῶν καὶ ἀναβαλλομένων, φθάσῃ καταποθῆναι ἐκεῖνος. Γινώμεθα τοίνυν κηδεμονικοὶ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Τοῦτο κεφάλαιον τῆς καθ' ἡμᾶς πολιτείας ἐστὶ, τοῦτο γνώρισμα, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον, ἀλλὰ καὶ τὰ μέλη ἡμῶν διεστραμμένα διορθοῦν καὶ καταρτίζειν· τοῦτο δεῖγμα τῆς πίστεως μέγιστον· Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι μαθηταί μου ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἀγάπην δὲ δείκνυσι γνησίαν οὐ κοινωνία τραπέζης, οὐδὲ πρόσρησις ψιλὴ, οὐδὲ κολακεία ῥημάτων, ἀλλὰ τὸ διορθῶσαι καὶ σκοπῆσαι τὸ συμφέρον τοῦ πλησίον, τὸ τὸν πεπτωκότα διαναστῆσαι, τὸ τῷ κειμένῳ χεῖρα ὀρέξαι τῆς οἰκείας ἀμελήσαντι σωτηρίας, καὶ πρὸ τῶν οἰκείων ἀγαθῶν τὰ τοῦ πλησίον ζητῆσαι. Τοῦτο ἀγάπης γνησίας. Ἡ γὰρ ἀγάπη τὰ αὑτῆς οὐ βλέπει, ἀλλὰ πρὸ τῶν αὑτῆς τὰ τοῦ πλησίον ὁρᾷ, ἵνα δι' ἐκείνων τὰ αὑτῆς ἴδῃ. Ἐπεὶ καὶ ἐγὼ νῦν οὐχὶ δι' ἐμαυτὸν ἀποτείνω τοσούτους λόγους, ἀλλὰ δι' ὑμᾶς. Καὶ ὑμεῖς τοίνυν μὴ δι' ἑαυτοὺς ἀκούετε μόνον, ἀλλὰ καὶ δι' ἑτέρους τοὺς παρ' ὑμῶν παιδεύεσθαι μέλλοντας. Κατὰ γὰρ τὴν ἀκολουθίαν τῶν μελῶν καὶ τὸ τῆς Ἐκκλησίας τρέφεται σῶμα. Ὥσπερ οὖν τὸ μέλος, ἐὰν κατάσχῃ παρ' ἑαυτῷ τὴν τροφὴν πᾶσαν, καὶ μὴ μεταδῷ τῷ πλησίον, καὶ ἑαυτὸ λυμαίνεται, καὶ τὸ λοιπὸν διαφθείρει σῶμα· οἷον ὁ στόμαχος, ἐὰν τὴν τροφὴν αὐτὸς κατάσχῃ μόνος, καὶ τὸ λοιπὸν σῶμα τῷ λιμῷ κατατήκει, καὶ ἑαυτὸν ὑπὸ τῆς ἀμετρίας διαφθείρει· ἂν δὲ τὸ ἀρκοῦν λαβὼν κατὰ τὴν φυσικὴν ἀκολουθίαν, τὸ λοιπὸν τοῖς ἑτέροις παραπέμψῃ μέλεσι, καὶ ἑαυτὸν καὶ τὸ λοιπὸν σῶμα ἐν ὑγιείᾳ διατηρεῖ· οὕτω καὶ σὺ νῦν, ἂν ἀκούσας τὰ παρ' ἡμῶν κατάσχῃς, ἑτέρῳ δὲ μὴ μεταδῷς, κἀκεῖνον ἐζημίωσας καὶ σεαυτὸν διέφθειρας, χαλεπώτατα νοσήματα ἐπισπασάμενος, νωθείαν καὶ φθόνον. Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι' ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν ἑτέροις. Ὁπότερον δὲ ἂν ᾖ τούτων, ἱκανὸν ἀπολέσαι τὸν ἔχοντα. Ἂν δὲ ἀφθόνως καὶ εἰς ἑτέρους παραπέμψῃς τὴν τροφὴν, καὶ ἑαυτὸν καὶ ἐκεῖνον ὠφέλησας. Ἀλλ' ὑπὲρ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
