Ancient Greek
ΛΟΓΟΣ Ζʹ Διὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, καὶ τί ποτέ ἐστι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 3.1-4
Not analysed yet
Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Ἀδὰμ ᾔδει μὲν ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ κακὸν ἡ παρακοή· ὕστερον δὲ σαφέστερον ἔμαθεν, ὅτε τοῦ ξύλου γευσάμενος ἐξεβλήθη τοῦ παραδείσου, καὶ τῆς μακαριότητος ἐκείνης ἐξέπεσεν. Ἐπεὶ οὖν εἰς τιμωρίαν ἐνέπεσεν, ὅτι, τοῦ Θεοῦ κωλύσαντος, ἐγεύσατο τοῦ ξύλου, ἡ τιμωρία αὐτὸν σαφέστερον ἐπαίδευσε διὰ τῆς πείρας, ὅσον κακὸν Θεοῦ παρακούειν, καὶ ὅσον ὑπακούειν καλόν· διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται. Καὶ τίνος ἕνεκεν, εἰ μὴ αὐτὴ ἡ φύσις τοῦ ξύλου τὴν γνῶσιν εἶχε τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀλλ' ἐκ τῆς τιμωρίας τῆς διὰ τὴν παρακοὴν τὴν ἐπὶ τῷ ξύλῳ σαφέστερον τοῦτο ἔμαθεν ὁ ἄνθρωπος, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο, ἐπειδὰν τὸ πρᾶγμα γένηται, ἢ ἐν τόποις, ἢ ἐν καιροῖς, ἀπὸ τῶν πραγμάτων καλεῖν καὶ τοὺς τόπους καὶ τοὺς καιρούς. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος ὑμῖν τοῦτο ποιήσω φανερόν. Ὁ Ἰσαάκ ποτε φρέατα ὤρυξε· ταῦτα τὰ φρέατα ἐπεχείρησαν οἱ γείτονες διαφθεῖραι· ἐντεῦθεν ἐγένετό τις ἀπέχθεια, καὶ ἐκάλεσε τὸ φρέαρ Ἔχθραν· οὐκ ἐπειδὴ αὐτὸ τὸ φρέαρ ἤχθρανεν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἡ ἔχθρα γέγονεν. Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ὁ ἔλεγχος τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Πάλιν ὤρυξε φρέαρ ὁ Ἀβραὰμ, ἐπεβούλευσεν ὁ Ἀβιμέλεχ· συνῆλθον, κατέλυσαν τὴν ἔχθραν, καὶ ὅρκους δόντες ἀλλήλοις, ἐκάλεσαν τὸ φρέαρ ἐκεῖνο Φρέαρ ὅρκου· οὐκ ἐπειδὴ τὸ φρέαρ ὤμοσεν, ἀλλ' ἐπειδὴ περὶ τὸ φρέαρ ὁ ὅρκος ἐγένετο. Ὁρᾷς πῶς οὐχὶ τῶν πραγμάτων οἱ τόποι αἴτιοι γίνονται, εἰ καὶ τῶν πραγμάτων λαμβάνουσι τὰ ὀνόματα; Καὶ γὰρ πολλὴ ἀνάγκη παραγαγεῖν παραδείγματα, ὥστε σαφέστερον γενέσθαι τὸ λεγόμενον. Πάλιν εἶδεν ὁ Ἰακὼβ ἀγγέλους ἀπαντήσοντας αὐτῷ καὶ παρεμβολὴν Θεοῦ, καὶ ἐκάλεσε τὸν τόπον Παρεμβολήν. Καίτοι οὐχ ὁ τόπος ἦν ἡ παρεμβολὴ, ἀλλ' ὅμως ἐκλήθη ὁ τόπος Παρεμβολὴ, ἐπειδὴ ἐκεῖ εἶδε τὴν παρεμβολήν. Ὁρᾷς πῶς ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ τὸν τόπον ὠνόμασεν; Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν καλοῦ καὶ πονηροῦ, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ἡ ἀπόδειξις τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, καὶ ἡ γυμνασία τῆς παρακοῆς καὶ τῆς ὑπακοῆς. Πάλιν εἶδε τὸν Θεὸν ὁ Ἰακὼβ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατὸν ἦν, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ. Διὰ τί· Ὅτι εἶδον τὸν Θεὸν, φησί. Καὶ μὴν οὐχ ὁ τόπος εἶδος Θεοῦ ἦν, ἀλλ' ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ ἡ προσηγορία γέγονεν. Ὁρᾷς διὰ πόσων ἀποδέδεικται, ὅτι ἔθος τῇ Γραφῇ ἀπὸ τῶν πραγμάτων τῶν συμβαινόντων ἐν τοῖς τόποις αὐτοὺς τοὺς τόπους καλεῖν; Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ καιρῶν ποιεῖν εἴωθεν. Ἀλλ' ἵνα μὴ κατατείνωμεν ὑμᾶς, φέρε μεταγάγωμεν τὸν λόγον ἀπὸ τῶν σκυθρωποτέρων ἐπὶ τὰ φαιδρότερα. Καὶ γὰρ ἔκαμεν ὑμῶν ἡ διάνοια τοῖς λεπτοτέροις νοήμασιν ἐνδιατρίβουσα· διόπερ αὐτὴν ἀναπαῦσαι καλὸν, τοῖς ἀφελεστέροις καὶ φαιδροτέροις διαιτῶντας νοήμασιν. Ἐπανίωμεν τοίνυν ἐπὶ τὸ σωτήριον τοῦ σταυροῦ ξύλον. Τοῦτο γὰρ, τοῦτο πάντα ἀνέλυσε τὰ δεινὰ, ὅσα ἐκεῖνο εἰσήγαγε· μᾶλλον δὲ οὐκ ἐκεῖνο εἰσήγαγε τὰ δεινὰ, ἀλλ' ὁ ἄνθρωπος ἅπαντα, ἅπερ μετὰ πολλῆς ὕστερον ἀνέλυσε τῆς περιουσίας ὁ Χριστὸς, πολλῷ μείζονα αὐτῶν εἰσαγαγὼν ἀγαθά. Δι' αὐτὸ τοῦτο ὁ Παῦλός φησιν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· τουτέστι, μεῖζον τὸ δῶρον τοῦ ἁμαρτήματος. Διὰ τοῦτο πάλιν φησίν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· οὐχ ὅσον ἥμαρτεν ὁ ἄνθρωπος, τοσοῦτον ἐχαρίσατο ὁ Θεός· οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγματεία· οὐχ ὅσον τὸ ναυάγιον, τοσαύτη καὶ ἡ ἐμπορία· ἀλλὰ πλείω τὰ ἀγαθὰ τῶν κακῶν· καὶ εἰκότως. Τὰ μὲν γὰρ κακὰ δοῦλος εἰσήγαγε, καὶ ἐλάττονα ἦν· τὰ δὲ ἀγαθὰ Δεσπότης ἐχαρίσατο, διὸ καὶ πλείονα ἦν. Διὰ τοῦτό φησιν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἶτα ἐπάγει καὶ τὴν διαφοράν· Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ἀσαφέστερον τὸ εἰρημένον· οὐκοῦν ἀνάγκη τὴν λύσιν ἐπαγαγεῖν. Τὸ μὲν γὰρ κρῖμα, τουτέστιν ἡ κόλασις, ἡ τιμωρία, ὁ θάνατος· Ἐξ ἑνὸς, τουτέστιν ἁμαρτήματος· Μία γὰρ, φησὶν, ἁμαρτία τοσοῦτον εἰσήγαγε κακόν· τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς. Διὰ τοῦτο λέγει· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Διὰ τοῦτο καὶ ὁ Ἰωάννης ὁ βαπτιστὴς ἐβόα· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, οὐχὶ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ Ἀδὰμ, ἀλλ', Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἶδες πῶς οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα, ἀλλὰ πλείονα εἰσήγαγε τοῦτο τὸ ξύλον ἀγαθὰ τῶν παρὰ τὴν ἀρχὴν εἰσενεχθέντων κακῶν;