Ancient Greek
ΛΟΓΟΣ Θʹ Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρτήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προνοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9) 3.1-5
Not analysed yet
Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν πρώην λεχθέντων. Τίνα οὖν ἦν ἐκεῖνα; Περὶ Σαύλου καὶ Παύλου τότε ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, ποτὲ δὲ Παῦλος ἐλέγετο· εἶτα ἐξέβημεν ἐκ τῆς ἀκολουθίας ταύτης εἰς ὀνομάτων ἱστορίαν πολλήν. Καὶ ἐπειδὴ ἐξέβημεν ἀπ' αὐτῶν, οὐκ ἔδοξεν ἡμῖν ἄξιον εἶναι παραδραμεῖν τὴν ἐμπορίαν ἐκείνην. Εἰ γὰρ καὶ διὰ Παῦλον ἤλθομεν ἐπὶ τὴν ὑπόθεσιν ταύτην, ἀλλ' ὅμως καὶ τὴν τῶν ἄλλων ὀνομάτων εὕρεσιν ἐμπορεύσασθαι ἔγνωμεν. Οὕτω καὶ οἱ τὴν θάλατταν πλέοντες κατ' ἐμπορίαν ποιοῦσι πολλάκις, ὑπὲρ πραγματείας ὀλίγων τινῶν ἐπιδημήσαντες· ἐπειδὰν εἰς τὴν πόλιν ἐλθόντες, εἰς ἣν ἐστέλλοντο, ἴδωσι καὶ ἑτέρων ἀγωγίμων ἔχουσαν ἀφθονίαν, πολλῷ πλείονα τῆς παρεσκευασμένης ποιοῦνται τὴν ἐμπορίαν. Κἂν ἐγκαλέσῃ τις, ταῦτα λέγουσι τὰ ῥήματα· Μακρὰν, φασὶν, ἤλθομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα· τί δὴ κωλύει ἀφθονωτέραν γενέσθαι τὴν πραγματείαν ἡμῖν; Ταῦτα δὴ καὶ ἡμεῖς ἀπολογώμεθα. Καὶ γὰρ ἡμεῖς ζητοῦντες περὶ τῶν ὀνομάτων τοῦ Παύλου, εὕρομεν ἐκ τῆς ἀκολουθίας καὶ ἑτέραν ἐμπορίαν ὀνομάτων, οἷόν τι ὁ Πέτρος Σίμων ἐκαλεῖτο πρὸ τούτου, καὶ οἱ υἱοὶ Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βροντῆς ὠνομάσθησαν. Εὕρομεν καὶ ἐν τῇ Παλαιᾷ τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἄβραμ καλούμενον, μετὰ δὲ ταῦτα Ἀβραὰμ, καὶ τὸν Ἰακὼβ Ἰσραὴλ μετακληθέντα, καὶ τὴν Σάῤῥαν Σάραν. Εὕρομεν πρὸς τούτοις, ὅτι ἕτεροί τινες οὐ μετωνομάσθησαν, ὥσπερ οὗτοι, ἀλλ' ἐξαρχῆς ἔλαβον τὰ ὀνόματα, ὥσπερ Ἰωάννης ὁ βαπτιστὴς, ὡς ὁ Ἰσαὰκ, ὡς ὁ Ἀδάμ. Ἄτοπον τοίνυν ἡμῖν ἔδοξεν εἶναι καὶ βλακείας ἐσχάτης, τοσοῦτον ἀπὸ τῶν χειρῶν ῥῖψαι θησαυρόν. Διὰ τοῦτο μακρότερον ἐποιήσαμεν τὸν λόγον, καὶ περὶ τῶν ἐξαρχῆς ὀνομασθέντων πρώην εἰπόντες, σήμερον διανοούμεθα περὶ τῶν διωνύμων εἰπεῖν, ὡς εἷς ἐστιν ὁ Ἀβραάμ. Ὁ μὲν γὰρ Ἀδὰμ τοῦτο ἐκλήθη διαπαντὸς τὸ ὄνομα, καὶ οὐκ ἔσχεν ἕτερον· καὶ ὁ Ἰσαὰκ οὕτω πάλιν οὐκ ἐδέξατο δευτέραν προσηγορίαν, ἀλλ' ἐξ ἀρχῆς μέχρι τέλους Ἰσαὰκ ἐλέγετο· ὁ δὲ τοῦ Ἰσαὰκ πατὴρ Ἄβραμ πρὸ τούτου μὲν ἐλέγετο· μετὰ δὲ ταῦτα Ἀβραάμ. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, φησὶν, Οὐκέτι ἔσται τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ κληθήσεται τὸ ὄνομά σου. Καὶ γὰρ Ἄβραμ ἐκαλεῖτο τὸ πρότερον, ἀλλὰ τοῦτο τὸ ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, οὐδὲ τῇ ἡμετέρᾳ γλώττῃ, ἀλλὰ τῇ τῶν Ἑβραίων οὕτω λέγεται. Τί οὖν ἐστιν ἑρμηνευόμενον τὸ ὄνομα τοῦτο; Περάτης. Καὶ γὰρ τὸ Ἄβραμ τῇ Σύρων φωνῇ τὸ πέραν λέγεται, καὶ ἴσασιν ὅσοι τῆς φωνῆς ταύτης εἰσὶν ἔμπειροι. Πολλὴ δὲ τῇ Σύρων φωνῇ πρὸς τὴν τῶν Ἑβραίων γλῶτταν ἡ συγγένεια. Καὶ διὰ τί περάτης ἐλέγετο, φησίν; Ἡ Ἰουδαία χώρα, τουτέστιν, ἡ Παλαιστίνη πᾶσα, ἡ ἀπὸ τῆς Αἰγύπτου μέχρι τοῦ Εὐφράτου, κατ' ἀντικρὺ κεῖται τῆς Βαβυλωνίας, ὅθεν ἦν ὁ Ἀβραάμ· καὶ μέσος ῥεῖ δι' ἀμφοτέρων ὁ ποταμὸς, κοινὸν μεθόριον ὢν ἑκατέρας τῆς γῆς. Ἐπεὶ οὖν οὐκ ἀπὸ τῆς Παλαιστίνης ἦν, ἀλλ' ἀπὸ τοῦ πέραν ἦλθεν ἀπὸ τῆς Βαβυλωνίας, διὰ τοῦτο ἀπὸ τοῦ τόπου καὶ τοῦ πράγματος τὸ ὄνομα ἔλαβε, καὶ περάτης ἐλέγετο, ἐπειδὴ ἀπὸ τοῦ πέραν ἦλθε. Διὰ τί δὲ ἀπὸ τοῦ πέραν ἦλθεν; Ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε. Καὶ διὰ τί ὁ Θεὸς ἐκέλευσεν; Ἵνα δείξῃ τὴν ὑπακοὴν τοῦ δικαίου. Καὶ πῶς ἐδείκνυ τὴν ὑπακοὴν τοῦ δικαίου; Ὅτι διὰ τὸ αὐτοῦ πρόσταγμα τὴν οἰκείαν ἀφεὶς, τὴν ἀλλοτρίαν ἀντὶ ἐκείνης ἠλλάξατο. Εἶδες πόση πλέκεται σειρὰ ἀπὸ τῆς τοῦ δικαίου προσηγορίας; Ὁλόκληρον ἡμῖν πέλαγος ἱστορίας τὸ ὄνομα ἤνοιξε τοῦτο. Μάθε τοίνυν αὐτοῦ τὸ ὄνομα τὸ παλαιὸν, ἵνα ὅταν ἴδῃς αὐτὸν τὴν Παλαιστίνην οἰκοῦντα, διὰ τῆς προσηγορίας αὐτοῦ πρὸς τὴν ἀρχαίαν πατρίδα χειραγωγούμενος, καὶ μανθάνων τὴν αἰτίαν, δι' ἣν αὐτὴν ἐγκατέλιπεν, ἱκανὴν πρὸς τὸν αὐτὸν ζῆλον λάβῃς παράκλησιν. Ἄνθρωπος γὰρ πρὸ νόμου καὶ τῆς ἐννόμου πολιτείας ὢν, τὴν ἐν τῇ χάριτι φιλοσοφίαν ἐπεδείξατο, καὶ ὅπερ ἔλεγεν ὕστερον ὁ Χριστὸς τοῖς ἀποστόλοις· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔστιν, ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ὃς οὐχ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο ἐκεῖνος διὰ τῶν ἔργων πρὸ τῆς χάριτος ἐποίησεν. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν τοῦ δικαίου, ἀλλὰ καὶ ἀπὸ τῆς ὑποσχέσεως αὐτῆς τοῦ Θεοῦ. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἰ γὰρ καὶ ἀμφότεραι αἰσθηταὶ αἱ πατρίδες, ἀλλ' ἡ μὲν οἰκεία ἦν, ἡ δὲ ἀλλοτρία· καὶ ἡ μὲν φανερὰ, ἡ δὲ ἄδηλος· καὶ ἡ μὲν ἐν χερσὶν, ἡ δὲ ἐν ἐλπίσι· καὶ ὅμως τὰ φανερὰ καὶ δῆλα καὶ τὰ ἐν χερσὶν ἀφεὶς, πρὸς τὰ ἀφανῆ καὶ ἄδηλα, καὶ ὧν οὐκ ἦν κύριος ἔτρεχεν, ἵνα σε πείσῃ καὶ παιδεύσῃ, ὅταν ὁ Θεὸς τὰ μὲν δῆλα ἀφεῖναι κελεύῃ, πρὸς δὲ τὰ ἄδηλα βλέπειν, μὴ ἀντιλέγειν, μηδὲ ἀμφισβητεῖν. Οὐ γὰρ οὕτω δῆλά ἐστι τὰ ἐν χερσὶν, ὡς ἐκεῖνα τὰ ἐν ἐλπίσιν· οὐχ οὕτω δήλη ἐστὶν ἡ παροῦσα ζωὴ, ὡς ἐκείνη ἡ μέλλουσα. Ταύτην μὲν γὰρ ὁρῶμεν τοῖς ἡμετέροις ὀφθαλμοῖς, ἐκείνην ὁρῶμεν τοῖς τῆς πίστεως ὀφθαλμοῖς· ταύτην ὁρῶμεν ἐν ταῖς ἡμετέραις χερσὶ κειμένην, ἐκείνην ὁρῶμεν καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ φυλαττομένην.