# In Genesim (sermones 1-9) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Ζʹ Διὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, καὶ τί ποτέ ἐστι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/4.1-3

Ταῦτα δὲ εἶπον, ἵνα μὴ νομίσῃς ἐπηρεάζεσθαί σε παρὰ τῶν πρώτων. Ἐξέβαλεν ὁ διάβολος τὸν Ἀδὰμ, εἰσήγαγε τὸν λῃστὴν ὁ Χριστός. Καὶ σκόπει τὸ διάφορον. Ἐκεῖνος οὐκ ἔχοντα ἁμαρτίαν τὸν ἄνθρωπον, ἀλλὰ μίαν κηλῖδα παρακοῆς, ἐξέβαλεν· ὁ Χριστὸς λῃστὴν μυρία φορτία ἁμαρτημάτων βαστάζοντα οὕτως εἰσήγαγεν εἰς τὸν παράδεισον. Ἆρ' οὖν τοῦτο μόνον τὸ θαῦμά ἐστιν, ὅτι λῃστὴν εἰσήγαγεν εἰς παράδεισον, ἄλλο δὲ οὐδέν; Ἔστι καὶ ἄλλο μεῖζον εἰπεῖν. Οὐ γὰρ λῃστὴν εἰσήγαγε μόνον, ἀλλὰ καὶ πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ πρὸ τῶν ἀποστόλων· ἵνα μηδεὶς τῶν μετὰ ταῦτα ἀπογνῷ τὴν εἴσοδον, μηδὲ ἀπελπίσῃ τὴν σωτηρίαν τὴν ἑαυτοῦ, τὸν μυρίων γέμοντα κακῶν ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφόμενον ὁρῶν· Ἀλλ' ἴδωμεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρποὺς ὁ λῃστής. Οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ἀπὸ ψιλοῦ ῥήματος, ἀπὸ πίστεως μόνης πρὸ τῶν ἀποστόλων εἰσεπήδησεν εἰς τὸν παράδεισον, ἵνα μάθῃς ὅτι οὐχ ἡ ἐκείνου εὐγνωμοσύνη τοσοῦτον ἴσχυσεν, ὅσον τοῦ Δεσπότου ἡ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Τί γὰρ εἶπεν ὁ λῃστής; τί δὲ ἔπραξεν; ἐνήστευσεν; ἐδάκρυσεν; περιεσχίσατο; μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ; Οὐδαμῶς· ἀλλ' ἐν αὐτῷ τῷ σταυρῷ μετὰ τὴν ἀπόφασιν σωτηρίας ἔτυχεν. Ὅρα τάχος· ἀπὸ σταυροῦ εἰς οὐρανὸν, ἀπὸ καταδίκης εἰς σωτηρίαν. Τίνα ἐστὶν ἄρα ἐκεῖνα τὰ ῥήματα; πόσην ἔχει τὴν δύναμιν, ὅτι τοσαῦτα τούτῳ ἐκόμισεν ἀγαθά; Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καὶ τί τοῦτο; ᾜτησε λαβεῖν ἀγαθὰ, οὐ σπουδὴν τὴν δι' ἔργων ἐπεδείξατο· ἀλλ' ὁ τὴν καρδίαν αὐτοῦ εἰδὼς, οὐ τοῖς ῥήμασι προσέσχεν, ἀλλὰ τῇ διαθέσει τῆς διανοίας. Οἱ μὲν γὰρ προφητικῶν ἀπολαύσαντες διδαγμάτων, οἱ τὰ σημεῖα ἰδόντες, οἱ τὰ θαύματα θεασάμενοι, ἔλεγον περὶ τοῦ Χριστοῦ, ὅτι Δαιμόνιον ἔχει, καὶ, Πλανᾷ τὸν ὄχλον· ὁ δὲ λῃστὴς μὴ προφητῶν ἀκούσας, μὴ θαύματα ἰδὼν, ἰδὼν ἐπὶ τοῦ σταυροῦ προσηλωμένον, οὐ προσέσχε τῇ ἀτιμίᾳ, οὐκ εἶδε τὴν ἀδοξίαν, ἀλλ' εἰς τὴν θεότητα αὐτὴν ἰδὼν, Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καινὸν τοῦτο καὶ παράδοξον. Σταυρὸν ὁρᾷς, καὶ βασιλείας μέμνησαι; Τί βασιλείας ἄξιον εἶδες; Ἐσταυρωμένον ἄνθρωπον, ῥαπιζόμενον, χλευαζόμενον, κατηγορούμενον, ἐμπτυόμενον, μαστιζόμενον· ταῦτα οὖν βασιλείας ἄξια, εἰπέ μοι; Ὁρᾷς ὅτι τοῖς τῆς πίστεως ἔβλεπεν ὀφθαλμοῖς, καὶ οὐ τὰ φαινόμενα ἐξήταζε; Διὰ τοῦτο οὔτε ὁ Θεὸς τὰ ῥήματα ἐξήταζε τὰ ψιλὰ, ἀλλ' ὥσπερ οὗτος εἶδεν εἰς τὴν θεότητα, οὕτως ὁ Θεὸς εἶδεν εἰς τὴν καρδίαν τοῦ λῃστοῦ, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐνταῦθα προσέχετε· ζήτημα γὰρ οὐ τὸ τυχὸν ἐπιφύεται. Καὶ γὰρ οἱ Μανιχαῖοι, οἱ κύνες, οἱ ἐννεοὶ καὶ λυττῶντες, τὸ σχῆμα μὲν ἐπιδείκνυνται ἐπιεικείας, τὴν χαλεπὴν δὲ ἔνδον ἔχουσι τῶν κυνῶν μανίαν, καὶ κατακρύπτουσι τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ μὴ τὸ φαινόμενον ἴδῃς, ἀλλὰ τὸ ἔνδον κεκρυμμένον θηρίον ἐξέτασον. Οὗτοι τοίνυν ἐπιλαβόμενοι τοῦ χωρίου τούτου φασίν· Εἶπεν ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· οὐκοῦν ἀντίδοσις ἤδη γέγονε τῶν ἀγαθῶν, καὶ περιττὴ ἡ ἀνάστασις. Εἰ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέλαβεν ὁ λῃστὴς τὰ ἀγαθὰ, τὸ δὲ σῶμα αὐτοῦ οὐκ ἀνέστη οὐδέπω καὶ τήμερον, οὐκ ἔσται σωμάτων λοιπὸν ἀνάστασις. Ἆρα ἐνοήσατε τὸ λεχθὲν, ἢ δεύτερον αὐτὸ πάλιν εἰπεῖν ἀνάγκη; Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰσῆλθεν οὖν, φησὶν, εἰς τὸν παράδεισον ὁ λῃστὴς οὐ μετὰ τοῦ σώματος· πῶς γὰρ, ὁπότε οὐκ ἐτάφη τὸ σῶμα αὐτοῦ, οὐδὲ διελύθη καὶ κόνις ἐγένετο; καὶ οὐδαμοῦ εἴρηται, ὅτι ἀνέστησεν ὁ Χριστὸς αὐτόν. Εἰ δὲ εἰσήγαγε τὸν λῃστὴν, καὶ χωρὶς τοῦ σώματος ἀπέλαυσε τῶν ἀγαθῶν, εὔδηλον ὅτι σώματος οὐκ ἔστιν ἀνάστασις. Εἰ γὰρ ἦν σώματος ἀνάστασις, οὐκ ἂν εἶπε· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἀλλ', ἐν τῷ καιρῷ τῆς συντελείας, ὅταν σωμάτων ἀνάστασις ᾖ. Εἰ δὲ ἤδη εἰσήγαγε τὸν λῃστὴν, τὸ δὲ σῶμα αὐτοῦ φθαρὲν ἔμεινεν ἕξω, εὔδηλον ὅτι σωμάτων ἀνάστασις οὐκ ἔστι. Ταῦτα ἐκεῖνοι· δέχεσθε δὲ λοιπὸν καὶ τὰ παρ' ἡμῶν, μᾶλλον δὲ οὐ τὰ παρ' ἡμῶν, ἀλλὰ τὰ παρὰ τῆς θείας Γραφῆς· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ ἁγίου Πνεύματος. Τί λέγεις; οὐ κοινωνεῖ τῶν στεφάνων ἡ σάρξ; Ἀλλ' ἐν μὲν τοῖς πόνοις ἐκοινώνησεν, ἐν δὲ τοῖς μισθοῖς ἀποστερεῖται; καὶ ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων· ὅτε δὲ στεφάνων καιρὸς, μόνη ἡ ψυχὴ στεφανοῦται; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Παραστῆναι ἡμᾶς δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν; Οὐκ ἀκούεις αὐτοῦ λέγοντος πάλιν· Δεῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ θνητὸν, ποῖον; τὴν ψυχὴν, ἢ τὸ σῶμα; Εὔδηλον ὅτι τὸ σῶμα· ἡ γὰρ ψυχὴ φύσει ἀθάνατος, θνητὸν δὲ φύσει τὸ σῶμα. Ἀλλὰ πολλὰ περικόπτουσι τούτων· πλὴν καὶ ἀπ' αὐτῶν τῶν ὑπολελειμμένων τὴν συγγένειαν τῶν περικοπέντων ἐλέγξομεν. Εἰσῆλθεν εἰς τὸν παράδεισον ὁ λῃστὴς, φησί. Καὶ τί τοῦτο; μὴ γὰρ ταῦτά ἐστι τὰ ἀγαθὰ, ἅπερ ὁ Θεὸς ἡμῖν ἐπαγγέλλεται;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
