# In Genesim (sermones 1-9) 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Αʹ Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/4.1

Ἐβουλόμην τοὺς περὶ ἐλεημοσύνης προσθεῖναι λόγους· ἀλλὰ περιττόν μοι δοκεῖ εἶναι λόγῳ διδάσκειν ὑμᾶς, τοῦ διὰ τῶν ἔργων ὑμᾶς παιδεύειν δυναμένου νῦν ἐν μέσῳ καθημένου, τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς τὴν οἰκίαν τὴν πατρῴαν, ὥσπερ εἰς αὐτὸ τοῦτο παρὰ τῶν προγόνων δεξάμενος, ἵνα ταῖς τῶν ξένων αὐτὴν θεραπείαις παράσχῃ, οὕτω διαπαντὸς τοῖς πάντοθεν ἐλαυνομένοις ὑπὲρ τῆς ἀληθείας ἀνῆκε, καὶ ὑποδέχεται, καὶ θεραπεύει θεραπείας τρόπῳ παντοδαπῷ· ὥστε οὐκ οἶδα εἰ χρὴ τούτου μᾶλλον, ἢ τῶν ξένων καλεῖν τὴν οἰκίαν τὴν τούτου· μᾶλλον δὲ διὰ τοῦτο τούτου νομίζειν εἶναι αὐτὴν, ἐπειδὴ τῶν ξένων ἐστί. Καὶ γὰρ τὰ ἡμέτερα κτήματα τότε μάλιστα ἡμέτερα γίνεται, ὅταν μὴ ἡμῖν αὐτοῖς, ἀλλὰ τοῖς πένησιν αὐτὰ κεκτημένοι διαπαντὸς ὦμεν. Καὶ πῶς, ἐγὼ λέγω. Ἂν εἰς δεξιὰν τοῦ πένητος ἀποθῇς τὸ ἀργύριον, οὐ συκοφάντης ἐπιτίθεται, οὐ βάσκανος ὀφθαλμὸς ὁρᾷ, οὐ λῃστὴς ὑφαιρεῖται, οὐ τοιχωρύχος διορύξας, οὐκ οἰκέτης ἀφελόμενος ἀποδιδράσκει· καὶ γάρ ἐστιν ἄσυλον ἐκεῖνο τὸ ταμιεῖον. Ἂν δὲ οἴκοι κατορύξῃς, καὶ λῃστῇ καὶ τοιχωρύχῳ καὶ βασκάνῳ καὶ συκοφάντῃ καὶ οἰκέτῃ καὶ πάσῃ βλάβῃ ποιεῖς ὑπεύθυνον τὸ χρυσίον. Πολλάκις γοῦν μετὰ θύρας μυρίας καὶ μοχλοὺς τὰς μὲν ἔξωθεν ἐπηρείας διέφυγε, τοὺς δὲ φύλακας οὐ διέφυγεν, ἀλλ' οἱ τηροῦντες αὐτὸ λαβόντες ἀπέδρασαν. Ὁρᾷς ὅτι τότε μᾶλλον κύριοι τῶν κτημάτων ἐσμὲν, ὅταν τοῖς πένησιν αὐτὰ παρακαταθώμεθα. Οὐ φυλακῆς δὲ ἕνεκα μόνον ἐκεῖνο ἀσφαλέστερον τὸ χωρίον, ἀλλὰ καὶ κέρδους καὶ προσόδου πλείονός ἐστιν ὑπόθεσις. Ἂν μὲν γὰρ ἀνθρώπῳ δανείσῃς, ἑκατοστὴν ἔλαβες· ἂν δὲ Θεῷ δανείσῃς διὰ τοῦ πένητος, οὐχ ἑκατοστὴν, ἀλλ' ἑκατονταπλασίονα λήψῃ. Κἂν μὲν σπείρῃς εὔφορον ἄρουραν, ὅταν πολλὴν ἐνέγκῃ τὴν φορὰν, δεκαπλασίονα οἴσῃ τὰ σπέρματα· ἂν δὲ εἰς τὸν οὐρανὸν σπείρῃς, μετὰ τὸ γενέσθαι ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον καὶ ἀγήρω καὶ ἀθάνατον ἀπολήψῃ. Καὶ ἐνταῦθα μὲν πολὺς ὁ πόνος τοῖς τὰ σπέρματα καταβάλλουσιν· ἐκεῖ δὲ χωρὶς ἀρότρου καὶ βοῶν καὶ γηπόνων καὶ τῆς ἄλλης ταλαιπωρίας ἁπάσης ἡ τῶν καταβληθέντων φορὰ φύεται, καὶ οὐκ αὐχμὸν, οὐκ ἐπομβρίας, οὐκ ἐρυσίβην, οὐ χάλαζαν, οὐκ ἀκρίδος στρατόπεδον, οὐ ποταμῶν ἐπικλύσεις, οὐκ ἄλλο τι οὐδὲν ἐκεῖ σπείροντάς ἐστι φοβηθῆναί ποτε· ἀλλὰ πάσης ἀνωτέρω βλάβης ἕστηκε τὰ ἐκεῖ καταβαλλόμενα σπέρματα. Ὅταν οὖν μήτε πόνος, μήτε κίνδυνος, μήτε ὑποψία, μήτε ὑποτυχία τις ᾖ, καὶ πολλῷ πλείονα τῶν καταβαλλομένων γένηται τὰ φυόμενα, καὶ τοσαῦτα βλαστάνῃ ἀγαθὰ, Ὅσα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, πῶς οὐκ ἂν εἴη ῥᾳθυμίας ἐσχάτης, τὸ πλέον ἀφέντας, τὸ ἔλαττον διώκειν, καὶ τὸ ἀσφαλὲς καταλιπόντας, τὸ ἄπιστον καὶ κινδύνων γέμον καὶ πολλὰς ἔχον ἀποτυχίας μετιέναι; Τίς γὰρ ἡμῖν ἔσται συγγνώμη τοῦτο ποιοῦσι, ποία δὲ ἀπολογία; Πενίαν προβαλλόμεθα πάντως· ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἣ δύο λεπτὰ ἔχουσα μόνα, καὶ ταῦτα κατεβάλετο. Ζηλώσωμεν τοίνυν ἐκείνης τὸν πλοῦτον, μιμησώμεθα τῆς προαιρέσεως τὴν μεγαλοψυχίαν, ἵνα καὶ τῶν ἐκείνῃ ἀποκειμένων ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
