# In Genesim (sermones 1-9) 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Ζʹ Διὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, καὶ τί ποτέ ἐστι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/5.1

Οὐκ ἀκούεις τοῦ Παύλου περὶ τὰ ἀγαθὰ ἐκεῖνα τί φησιν; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουσε, καὶ καρδία ἀνθρώπου ἐδέξατο· περὶ γὰρ αὐτοῦ τοσαύτας ἡμέρας διαλεγόμεθα· πῶς οὖν ἀπέλαβε τὰ ἀγαθὰ ὁ λῃστής; Οὐ γὰρ εἰς παράδεισον ἐπαγγέλλεται εἰσαγαγεῖν ἡμᾶς ὁ Θεὸς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν· οὐδὲ βασιλείαν παραδείσου, ἀλλὰ βασιλείαν οὐρανῶν ἐκήρυξεν. Ἤρξατο γὰρ, φησὶ, κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ, οὐχ ἡ βασιλεία τοῦ παραδείσου, ἀλλ', ἡ βασιλεία τῶν οὐρανῶν. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι ὁ Θεὸς τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ. Ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. Ὁρᾷς πῶς μείζων ἡ εὐπορία τῆς ζημίας; πῶς πλείων ὁ πλοῦτος; Οἶόν τι λέγω· ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ ὕδατος, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Οὐκ ἐγένετο χρήσιμος ὁ πλασθεὶς, ἀλλὰ διεστράφη. Οὐκέτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος αὐτὸν ἀναπλάττει, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος· καὶ οὐκ ἔτι παράδεισον ἐπαγγέλλεται πρὸς αὐτὸν, ἀλλὰ βασιλείαν οὐρανῶν. Καὶ ὅπως, ἄκουε. Νικοδήμου γὰρ τοῦ ἄρχοντος τῶν Ἰουδαίων καταπεσόντος, καὶ τὴν ἐνταῦθα γέννησιν ἐπιζητοῦντος καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὅρα πῶς ὁ Χριστὸς σαφέστερον αὐτῷ ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον. Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Εἰ τοίνυν βασιλείαν οὐρανῶν ἐπηγγείλατο, εἰς παράδεισον δὲ εἰσήγαγε τὸν λῃστὴν, οὐδέπω ἀπέδωκεν αὐτῷ τὰ ἀγαθά. Ἀλλ' ἕτερόν τι πρὸς τοῦτο λέγουσι. Τὸν παράδεισον, φασὶν, ἐνταῦθα, οὐ τὸν παράδεισον εἶπεν, ἀλλὰ τῷ τοῦ παραδείσου ὀνόματι τὴν βασιλείαν τῶν οὐρανῶν ὠνόμασεν. Ἐπειδὴ γὰρ πρὸς λῃστὴν διελέγετο, ἄνθρωπον οὐδὲν ἀκηκοότα τῶν ὑψηλῶν δογμάτων, οὐδὲ εἰδότα περὶ προφητείας, ἀλλὰ πάντα τὸν χρόνον ἐν ἐρημίαις διατρίψαντα, καὶ φόνους ἐργασάμενον, καὶ μηδὲ παρακύψαντά ποτε εἰς ἐκκλησίαν, μήτε μετασχόντα θείας ἀκροάσεως, μὴ εἰδότα τί ποτέ ἐστι βασιλεία τῶν οὐρανῶν, τοῦτο ἔλεγε· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· τῷ γνωριμωτέρῳ καὶ συνηθεστέρῳ ὀνόματι τοῦ παραδείσου τὴν βασιλείαν τῶν οὐρανῶν δηλοῖ, καὶ περὶ ἐκείνης αὐτῷ διαλέγεται ὁ Χριστός. Δέχομαι. Οὐκοῦν, φησὶν, εἰσῆλθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πόθεν δῆλον; Ἐξ ὧν εἶπε, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰ δὲ βιαιοτέρα ἡ λύσις αὕτη, τὴν σαφεστέραν ἐπάξομεν. Τί οὖν ἐστιν αὕτη; Εἶπεν ὁ Χριστὸς, Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται. Τί οὖν; ἤδη κέκριται; Καίτοι οὔπω ἀνάστασις, οὔπω κόλασις καὶ τιμωρία· πῶς οὖν ἤδη κέκριται; Ἀπὸ τῆς ἁμαρτίας. Καὶ πάλιν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶ, μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Καὶ οὐκ εἶπε, μεταβήσεται, ἀλλ', ἤδη μεταβέβηκε· καὶ οὗτος πάλιν ἀπὸ τοῦ κατορθώματος, κἀκεῖνος πάλιν ἀπὸ τοῦ ἁμαρτήματος. Ὥσπερ οὖν ἐκεῖνος κέκριται, μηδέπω κρινόμενος, κἀκεῖνος μεταβέβηκεν εἰς τὴν ζωὴν, μηδέπω μεταβὰς, καὶ πρὸς ἐκεῖνον ἀπὸ τοῦ κατορθώματος, καὶ πρὸς τοῦτον ἀπὸ τοῦ ἁμαρτήματος, ὡς γεγενημένων δὴ πραγμάτων οὔπω γεγενημένων διαλέγεται· οὕτω καὶ πρὸς τὸν λῃστὴν ἔλεγε. Καὶ γὰρ οἱ ἰατροὶ, ἐπειδὰν ἴδωσί τινα ἀπεγνωσμένον, λέγουσιν, ὅτι ἤδη τέθνηκε καὶ νεκρός ἐστι, καίτοι γε ἔτι ἐμπνέοντα βλέποντες. Ἀλλ' ὥσπερ ἐκεῖνος, ἐπειδὴ ἐλπίδα σωτηρίας οὐκ ἔχει, τέθνηκε παρὰ τοῖς ἰατροῖς· οὕτω καὶ ὁ λῃστὴς, ἐπειδὴ προσδοκίαν οὐκέτι εἶχεν ὑποστροφῆς εἰς ἀπώλειαν, εἰσελήλυθεν εἰς τὸν οὐρανόν. Οὕτω καὶ ὁ Ἀδὰμ ἤκουσεν, Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Τί οὖν, αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεν; Οὐδαμῶς· ἀλλ' ἔζησεν ἔτη ἐννεακόσια καὶ ἐπέκεινα μετὰ τὴν ἡμέραν ἐκείνην. Πῶς οὖν ἔλεγεν ὁ Θεὸς, ὅτι Τῇ αὐτῇ ἡμέρᾳ ἀποθανεῖσθε; Τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω καὶ ὁ λῃστὴς εἰσῆλθεν εἰς τὸν οὐρανόν. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος, δηλῶν ὅτι οὐδεὶς οὐδέπω τῶν ἀγαθῶν ἀπέλαβε τὴν ἀντίδοσιν· περὶ γὰρ τῶν προφητῶν καὶ τῶν δικαίων διαλεγόμενος ἐπήγαγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν εἰδότες αὐτὰς καὶ ἀσπασάμενοι, τοῦ Θεοῦ κρεῖσσόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Ταῦτα κατέχετε, καὶ μέμνησθε, καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε· ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκαστος. Οὐδὲν γὰρ ἡδύτερον ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύτης ὁ Προφήτης· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώπων, πῶς μετὰ τὰ σιτία κιθαρῳδοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι τὴν ἑαυτῶν οἰκίαν σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιήσεις δὲ, οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐδὲ μεταλλάττων τὰ θεμέλια, ἀλλ' αὐτὸν τὸν τῶν οὐρανῶν Δεσπότην ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκ ἐπαισχύνεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη, καὶ σεμνότης, καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία, καὶ ὁμόνοια καὶ φιλία, καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τράπεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγίνεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν Δεσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ διδοὺς ἄρτον εἰς βρῶσιν, καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννήματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ' αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
