# In Genesim (sermones 1-9) 6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9), ΛΟΓΟΣ Θʹ Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρτήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προνοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-genesim-sermones-1-9/6

Καὶ ὅτι οὐ βιάζομαι τὴν ἑρμηνείαν, ἀπ' αὐτῆς τῆς Γραφῆς ἀκούσωμεν τοῦτο. Ἔζησε Λάμεχ ἔτη ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν πόνων ἡμῶν, καὶ τῶν λυπῶν, καὶ τῶν ἔργων τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο ὁ Θεός. Τί λέγεις, Ἀναπαύσει ἡμᾶς; Καὶ διὰ τί μὴ εἶπε, φησὶν, Οὗτος ἀποκτενεῖ ἡμᾶς, οὗτος ποιήσει τὸν κατακλυσμὸν γενέσθαι· ἀλλ' εἶπεν, Ἀναπαύσει ἡμᾶς; Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο· καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐν κακίᾳ ἔζων οἱ ἄνθρωποι, ὁ δὲ κατακλυσμὸς τὴν κακίαν ἀνέκοψεν, οἱ τῆς κακίας ἀπαλλαγέντες ἀνέπαυσαν. Καθάπερ γὰρ σῶμα ποικίλοις νοσήμασι κατεχόμενον, καὶ ἰατρείαν οὐδεμίαν εὑρίσκον, ἐὰν ἐπελθὼν ὁ θάνατος λαβῇ, ἀνέπαυσεν· οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατειλημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν. Εἰ γὰρ Θάνατος ἀνδρὶ ἀνάπαυσις, πολλῷ μᾶλλον τοῖς ἐν κακίᾳ ἀδιορθώτως ζῶσιν ἀνάπαυσις ὁ θάνατος, τῶν πόνων αὐτοὺς ἀπαλλάττων, καὶ οὐκ ἐῶν περαιτέρω τῆς πονηρίας τὴν νομὴν προελθεῖν, οὐδὲ βαρύτερον τοῦ ὄντος γενέσθαι τῶν ἁμαρτημάτων τὸ φορτίον. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον, ὡς ἁμαρτίας φύσις· οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα. Διὰ τοῦτο ὁ Χριστὸς τοῖς ἐν ἁμαρτίαις ζῶσι ἔλεγε· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Διὰ τοῦτο καὶ ὁ Λάμεχ ἀνάπαυσιν τὸν κατακλυσμὸν ἐκάλεσεν, ἐπελθόντα καὶ στήσαντα τὴν πονηρίαν. Ἐβουλόμην περαιτέρω τὸν λόγον ἐκτεῖναι τοῦτον· καὶ γὰρ πολλὰ ὑπολέλειπται ἀπὸ τῆς προσηγορίας τοῦ Νῶε· ἀλλὰ τέως ταῦτα τῇ μνήμῃ τῆς ὑμετέρας διανοίας ἐναποθέμενοι, καὶ πρὸς τοὺς ἡμετέρους ἀδελφοὺς τοὺς ἀπολειφθέντας εἰπόντες, ἵνα μὴ πάλιν ἀναγκαζώμεθα μακρότερα ποιεῖν τὰ προοίμια, τῶν εἰρημένων τὴν ἀκολουθίαν ἀναλαμβάνοντες, εἰς εὐχὰς τὸν λόγον καταλύσωμεν, εὐχαριστοῦντες τῷ ταῦτα δεδωκότι εἰπεῖν Θεῷ, ὅτι αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (sermones 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg113.local001/.
