# In Heliam et viduam 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-heliam-et-viduam/1

Ἐν ταῖς ἡμέραις αἷς ἐνηστεύομεν ἅπαντες, τοὺς περὶ τῆς ἐλεημοσύνης πολλάκις ἑλόμενος κινῆσαι λόγους, ἐξεκρουόμην, τῆς ἑσπέρας καταλαμβανούσης καὶ τοῦ λόγου διακοπτούσης ἡμῖν τὸν δρόμον. Τοῦτο δὲ ἐγένετο, τοῦ Θεοῦ τάχα συμφερόντως οἰκονομοῦντος, καὶ πρὸς τὴν παροῦσαν ἡμέραν τὴν περὶ τούτων ὑπερτιθέντος παραίνεσιν· ἵνα μὴ κατὰ τὴν ἐκκλησίαν διῃρημένων ὑμῶν, οὕτως ἡ τῆς ἐλεημοσύνης παρατέθῃ τράπεζα σήμερον· οὐκ ἐπειδὴ μέγα τι καὶ γενναῖον ἡμεῖς ἔχομεν εἰπεῖν, ἀλλ' ἐπειδὴ μεγάλη καὶ γενναία τῆς ἐλεημοσύνης ἡ δύναμις. Πολλὴ γὰρ τοῦ πράγματος ἡ παῤῥησία πρὸς τὸν Θεόν· καὶ καθάπερ τις βασιλεύουσα τῆς καθ' ἡμᾶς πολιτείας, οὕτω μετὰ ἀδείας πολλῆς τῶν οὐρανίων ἁψίδων ἐπιβαίνειν εἴωθε· καὶ αἱ τὰς πύλας τῶν οὐρανῶν ἐγκεχειρισμέναι δυνάμεις, ἂν μὲν ἴδωσι τὴν ἐλεημοσύνην ἐπιβαίνουσαν, μετὰ πολλῆς τῆς τιμῆς καὶ ταῖς ἄλλαις δι' αὐτὴν τὰς πύλας ἐκείνας ἀνοίγουσιν ἀρεταῖς· ἂν δὲ χωρὶς τῆς ἐλεημοσύνης ἴδωσι παραγενομένας, ἀποκλείουσι τὰς θύρας αὐταῖς. Καὶ τοῦτο ἐκ τῶν παρθένων δῆλον ἐκείνων, αἳ διὰ τοῦτο τῆς ἱερᾶς παστάδος ἀπεκλείσθησαν, ἐπειδὴ διηνεκὲς ἔλαιον ἐν ταῖς λαμπάσιν οὐκ εἶχον. Καὶ σκόπει μοι τὴν διαφοράν. Ἐλεημοσύνη μὲν χωρὶς παρθενίας τοὺς αὐτῆς τροφίμους εἰς τὸν οὐρανὸν εἰσήγαγε· παρθενία δὲ χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν. Ἐπεὶ οὖν τοσαύτη τοῦ πράγματος ἡ δύναμις, μετὰ πάσης σπουδῆς καὶ τοὺς περὶ αὐτῆς δεχώμεθα λόγους. Γένοιτο δ' ἂν ἀρίστη καὶ σύντομος τοῦ πράγματος ἡ παραίνεσις, εἰ πρὸς τὴν χήραν ὑμᾶς ἀπαγάγοιμεν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Τῶν γὰρ λόγοις συμβουλευόντων οἱ διὰ τῶν ἔργων παιδεύοντες ἀξιοπιστότεροι διδάσκαλοι γίνονται· διὸ καὶ ἡ χήρα ἀρίστη τοῦ πράγματος τούτου γένοιτ' ἂν ἡμῖν διδάσκαλος. Ἡμεῖς μὲν γὰρ λόγῳ παραινοῦμεν· ἐκείνη δὲ διὰ τῶν ἔργων ὑμᾶς παιδεῦσαι δυνήσεται, τὴν ὁμότροπον ἔχουσα μεθ' αὑτῆς συνεζευγμένην. Δύο γάρ εἰσιν αὗται αἱ χῆραι· μία μὲν ἐν τῇ Καινῇ, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα, μία δὲ ἐν τῇ Παλαιᾷ, ἡ τὸν προφήτην ὑποδέξασθαι καταξιωθεῖσα· καὶ ἀμφότεραι πρὸς τὴν αὐτὴν ἔφθασαν τῆς φιλοσοφίας ἀρετὴν, καὶ τὴν αὐτὴν ἐπεδείξαντο φιλοφροσύνην, τῇ τῶν κατορθωμάτων ὁμοιότητι τὴν συγγένειαν ἡμῖν τῶν Διαθηκῶν ἐνδεικνύμεναι. Καθάπερ γὰρ σκόπελοί τινες ὑψηλοὶ περιβεβλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς πεπλανημένους κατὰ τὸ πέλαγος τῇ λαμπηδόνι τοῦ φωτὸς πρὸς τὴν τοῦ λιμένος χειραγωγοῦσιν ἀσφάλειαν· οὕτω καὶ αὗται καθάπερ τινὰς λιμένας τὴν φιλοφροσύνην περιβεβλημέναι, τῷ φωτὶ τῆς οἰκείας μεγαλοψυχίας τοὺς ἐν τῇ βαθυτάτῃ νυκτί· νυκτὸς γὰρ οὐδὲν ἄμεινον ἡμῶν ἡ ζωὴ διάκειται, καθάπερ καὶ ὁ Παῦλός φησιν, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· τοὺς οὖν ἐν τῇ βαθυτάτῃ νυκτὶ κατὰ τὸ πέλαγος τῆς φιλαργυρίας πλανωμένους, καὶ γίνεσθαι μέλλοντας ὑποβρυχίους, πρὸς τὴν παρ' ἑαυτῶν καλοῦσιν ἀσφάλειαν, τὸ τῆς φιλανθρωπίας διαπαντὸς καιόμενον ἔχουσαι πῦρ, καὶ διασώζουσαι τὸ τῆς ἐλεημοσύνης ἄσβεστον φῶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg080.local001/.
