# In Heliam et viduam 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-heliam-et-viduam/2

Ἀλλὰ περὶ ἐκείνης μὲν ἐν ἑτέρῳ καιρῷ· τήμερον δὲ περὶ τῆς ἐν τῇ Παλαιᾷ πρὸς ὑμᾶς ἐροῦμεν. Πάντως γὰρ καὶ ταύτης ἐπαινουμένης, ἐκείνης τῶν ἐγκωμίων οἱ στέφανοι πλέκονται· ὧν γὰρ τὰ κατορθώματα ἴσα, καὶ οἱ λόγοι τῶν ἐγκωμίων κοινοί. Ἐγένετο τοίνυν κατὰ τοὺς ταύτης χρόνους λιμὸς χαλεπός· οὐχὶ ἡ γῆ δὲ καμοῦσα παρῃτήσατο τὴν φορὰν, ἀλλὰ τῶν ἀνθρώπων τὰ ἁμαρτήματα τοῦ Θεοῦ τὴν δωρεὰν ἀπεκρούσαντο. Ἐγένετο τοίνυν λιμὸς χαλεπὸς, καὶ λιμῶν ἁπάντων πικρότατος· καὶ τοῦτον ἤγαγε τὸν λιμὸν ὁ μέγας Ἠλίας, καθάπερ τινὰ φοβερὸν οἰκέτην καλέσας, ὥστε τοὺς συνδούλους τὸν Δεσπότην ὑβρίζοντας σωφρονίσαι· μᾶλλον δὲ ἐκάλεσεν αὐτὸν τῶν Ἰουδαίων τὰ ἁμαρτήματα· ἐκόμισε δὲ αὐτὸν τοῦ προφήτου τὸ στόμα, Ζῇ γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἦν τοίνυν ἀφόρητον κακόν· οὐδὲ γὰρ τὴν γαστέρα τῆς γῆς ἄγονον ἐποίησε μόνον ἡ φοβερὰ τοῦ προφήτου φωνὴ, ἀλλὰ καὶ αὐτὰ τῶν ποταμῶν τὰ ῥεῖθρα ἀνέστειλε, καὶ οἱ χείμαῤῥοι τότε ἐξηραίνοντο πάντες. Καὶ καθάπερ πυρετὸς λάβρος καὶ διακαὴς εἰς σώματος φύσιν ἐμπεσὼν, οὐχὶ τὴν ἐπιφάνειαν ξηραίνει μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ χωρήσας τὸ βάθος, αὐτὴν τῶν ὀστῶν καταφρύγει τὴν φύσιν· οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατέκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλθὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα. Τί οὖν ὁ Θεὸς πρὸς τὸν προφήτην; Ἀνάστηθι, φησὶ, καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδῶνος· ἐκεῖ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε. Τί τοῦτο; ἐπὶ τῆς οἰκείας οὐδεμιᾶς ἀπέλαυσε φιλοφροσύνης, καὶ εἰς τὴν ἀλλοτρίαν αὐτὸν πέμπεις, καὶ πρὸς γυναῖκα χήραν; Εἰ γὰρ εὔπορος ἦν, εἰ γὰρ πλουσιωτάτη, εἰ γὰρ αὐτοῦ τοῦ βασιλεύοντος γυνὴ, εἰ γὰρ ταμιεῖα πολλῶν εἶχεν ἐμπεπλησμένα γεννημάτων, οὐκ ἂν αὐτῆς μᾶλλον τῆς γῆς τὴν προαίρεσιν ἀπεστείρωσεν ὁ τοῦ λιμοῦ φόβος; Ἵνα οὖν μὴ ταῦτα ὁ προφήτης λέγῃ, μηδὲ διαλογίζηται, διὰ τοῦτο αὐτὸ, πρότερον διὰ τῶν κοράκων ἔθρεψε, μονονουχὶ πρὸς αὐτὸν λέγων διὰ τῶν γενομένων, ὅτι Εἰ τὴν ἄλογον φύσιν ξενοδοχῆσαί σε παρεσκεύασα, πολλῷ μᾶλλον ἡ λογικὴ πεισθήσεται τοῦτο ποιῆσαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg080.local001/.
