# In Heliam et viduam 3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-heliam-et-viduam/3

Διὰ τοῦτο μετὰ τοὺς κόρακας ἡ χήρα. Καὶ ἦν ἰδεῖν τὸν προφήτην ὑπόδικον γενόμενον γυναικὸς, τὴν οὐρανομήκη καὶ θείαν ψυχὴν ἐκείνην, τὸν γενναῖον καὶ ὑψηλὸν Ἠλίαν, ὥσπερ ἀλήτην τινὰ καὶ προσαίτην πρὸς τὰς θύρας τῆς χήρας ἐρχόμενον, καὶ τὸ στόμα, ὃ τὸν οὐρανὸν ἔκλεισε, τὰς τῶν προσαιτούντων φθεγγόμενον φωνάς· Δός μοι ἄρτον, δός μοι ὕδωρ· ἵνα σὺ μάθῃς ὅτι οὐδὲν οὕτως ἐπιτήδειον, ὡς γυναικὸς οἰκία χήρας, καὶ σκηνὴ πενίας γέμουσα, καὶ πλούτου καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπηλλαγμένη. Καθαρὸν γὰρ θορύβων ἦν τὸ χωρίον, καὶ πάσης φιλοσοφίας μεστὸν, καὶ λιμένος παντὸς εὐδιώτερον. Τοιαῦτα δὴ μάλιστα ἐνδιαιτήματα τῶν ἁγίων ἐπιζητοῦσιν αἱ ψυχαί. Ἀπῄει τοίνυν πρὸς τὴν χήραν ὁ προφήτης, τῆς Ἰουδαϊκῆς μισοξενίας ἔλεγχον ἐσομένην· ἀπῄει πρὸς τὴν χήραν, διδάσκων ἅπαντας ὅτι δικαίως ἐκείνην τὴν κόλασιν ὑπομένουσιν Ἰουδαῖοι. Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις. Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ ἐφ' ὑψηλοῦ τοῦ βήματος, τοῦ τῶν Γραφῶν κηρύγματος προκαθίσας, καὶ τὴν οἰκουμένην ἅπασαν περιστήσας, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς ποιεῖται τῶν ἁμαρτημάτων τὴν ἐξέτασιν, οὐχ ὑπομνήματα ἀναγνωσθῆναι κελεύων, οὐδὲ γράμματα παράγων εἰς μέσον, ἀλλ' αὐτοῖς ἡμᾶς τοῖς τῶν καταδίκων ἐφιστῶν ἁμαρτήμασιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg080.local001/.
