Ancient Greek · ~1 min
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 1
Not analysed yet
Πρώην ὑμῖν περὶ σωφροσύνης διελέχθημεν καθάπερ μέμνησθε καὶ οἷον δὴ νόμον ἀνέγνωμεν οὕτως ἔχοντα· Πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα, καὶ γὰρ ἀναίσχυντον τὸ πάθος· δεινὴ ἡ ἀπόφασις, καὶ γὰρ χαλεπὴ ἡ ἐπιθυμία.