Ancient Greek · ~3 min
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 11
Not analysed yet
Οὐ τοῦτο δὲ μόνον ἐνδείκνυται ἡμῖν τὸ ἀποστολικὸν ῥῆμα τὸ ἐπεφάνη, ἀλλὰ καὶ ἕτερον πρὸς τούτοις. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἡμεῖς ζητήσαντες εὕρομεν τὸ φῶς, ἀλλὰ τοῦτο ἡμῖν ἐπεφάνη· οὐχ ἡμεῖς ἀπήλθαμεν πρὸς αὐτόν, ἀλλ' αὐτὸς προσεγένετο πρὸς ἡμᾶς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑμᾶς ἐξελεξάμην. Καὶ ὁ Ἀπόστολος δὲ πάλιν, συνῳδὰ τούτοις βοῶν, ἔλεγεν· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην· νῦν δὲ οὐκ ἐπέγνων, ἀλλ' ἐπεγνώσθην. Καὶ πρὸς Φιλιππησίους δὲ γράφων ἔλεγεν· Διώκω δὲ εἰ καὶ καταλάβω ἐφ' ᾧ καὶ κατελήμφθην, διὰ πάντων δηλῶν ὅτι οὐχ ἡμέτερον κατόρθωμα γέγονεν ἡμῶν ἡ σωτηρία, ἀλλὰ θείᾳ χάριτι πάντες ἐσώθημεν· ὅπερ οὖν καὶ ἐνταῦθα αἰνίττεται λέγων· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ.