Ancient Greek · ~3 min
Sect 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Apparuit gratia dei omnibus hominibus 13
Not analysed yet
Ὄντως ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Ἀλλὰ τίνος ἕνεκεν, ὦ μακάριε Παῦλε, τοσαῦτα κατορθώματα παρέδραμες ἑνὶ ῥήματι; Ἀνακάλυψόν μοι τὴν χάριν, εἰπέ μοι τὸ πέλαγος τῶν δωρεῶν. Ἀρκεῖ πάντα παραστῆσαι, φησίν, ἡ τοῦ δεδωκότος φιλανθρωπία· ὅταν γὰρ Θεοῦ χάρις ᾖ, οὐκ ἔχει μέτρον ἡ χάρις. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ὁ Θεὸς ἄνθρωπος ἐγένετο, διὰ σὲ μορφὴν δούλου ἔλαβεν, ἵνα ἐλεύθερον ποιήσῃ τὸν δοῦλον. Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περιβάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο. Ἀνθρώπου μὲν ἔλεος ἐπὶ τὸν πλησίον αὐτοῦ, τοῦ δὲ Θεοῦ τὸ ἔλεος ἐπὶ πᾶσαν σάρκα. Εἶδες πῶς καὶ τὸ μέγεθος ἔδειξεν τῆς χάριτος καὶ τὸ καθολικὸν τῆς δωρεᾶς, τὸν δεδωκότα εἰπών;